Ancient Greek
2.94.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.94.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33C] θερμὸν ἢ ψυχρὸν τὸ ποιούν, ἀλλ’ ὅτι ἡδὺ μόνον ἢ λυπηρὸν τὸ προσπεσόν· τοιαύτην γὰρ εἶναι τὴν τῶν φυτῶν αἴσθησιν αὐτὸς ἡμῖν παραδώσει [77 B] προιοὺν ὁ Τίμαιος, τοῦ ἡδέος οὐδὲν μόνον καὶ τοῦ λυπηροῦ τοῦ ἀπὸ τῶν αἰσθητῶν ἀντίληψιν. ἄνωθεν οὖν τῆς αἰσθήσεως οὕτω προιοῦσας ὁ μὲν 5 165 κόσμος κατὰ τὴν πρώτην αἴσθησιν ἐστὶν αἰσθητικός· καθ’ ὅλον γὰρ ἑαυτὸν ὁρώμενόν τε καὶ ὄμμα ἐστίν· ὅπου καὶ τὸν ἥλιον ὄμμα λέγομεν καὶ τῶν ἀστέρων ἕκαστον. καὶ ὁ κόσμος οὖν ὅμως τέ ἐστιν ὅλος καὶ ὁρατὸν καὶ ὡντως αἰσθήσει καὶ 10 δόξῃ περιληπτὸν τῇ ἑαυτοῦ αἰσθήσει καὶ τῇ ἑαυτοῦ δόξῃ· ταύταις γὰρ ἐστὶ πρώτως περιληπτόν· παντελῆς οὖν ἐστὶν ἐν αὐτῷ γνώσις καὶ ἀδιαιρετος αἴσθησις, καὶ πάντα αὐτὸς ἐστι, τὸ αἰσθητόν, τὸ αἰσθητήριον, ἢ αἴσθησις, ὥσπερ καὶ ὁ δημιουργὸς αὐτοῦ νοῦς, νόησις, νοητόν. καὶ ὥσπερ τῷ 15 ὅλῳ σώματι τὰ μερικὰ σώματα συνείληφεν, οὕτω τῇ ὅλῃ αἰσθήσει τὰς πολλὰς αἰσθήσεις περιέχει, καὶ οὐχὶ τὰ χρώματα καὶ τοὺς ψόφους γινώσκει τῶν αἰσθητῶν, ἀλλὰ πᾶσαν αὐτῶν τὴν οὐσίαν, καθόσον ἔνυλός ἐστι καὶ ἄτομος, διὸ καὶ αἰσθητὴν οὐσίαν ἔχει καὶ καθ’ αὐτὸ αἰσθητήν, ἀλλ’ οὐ κατὰ συμβεβηκός. ὡς γὰρ τὸ ἀεὶ νοητὸν ἐστὶν οὐ πῇ μὲν νοη- 20 τόν, πῇ δὲ οὔ, πᾶν δὲ νοητόν [ἀλλ’] οὐ τοῖς μεριστῶς νοοῦσιν, ἀλλὰ τῷ θείῳ νῷ, τὸν αὐτὸν τρόπον καὶ τὸ γενητὸν αἰσθητὸν οὐ πῇ μὲν αἰσθητόν, πῇ δὲ ἀναίσθητον, ἀλλ’ B ὅλον, οὐχ ἡμῖν τοῖς μεριστῶς αἰσθανομένοις, ἀλλὰ τῷ παντὶ ζῷῳ, ἐν ᾧ καὶ ἢ ὅλη αἴσθησις· ὡς γὰρ ἄλλη θεῶν νόησις, 25 ἄλλη δὲ ἀνθρώπων, οὕτως ἄλλη θεῶν αἴσθησις καὶ ἄλλη τῶν μεριστῶν ζῴων, ἢ μὲν καὶ τὰς μερικὰς οὐσίας γινωσκούσα τὰς αἰσθητάς, ἢ δὲ τὰ περὶ τὰς οὐσίας μόνον. ὁ μὲν οὖν κόσμος ἔχει τὴν πρώτην αἴσθησιν, ἀμετάβατον, ἠνωμένην τῷ γνωστῷ, παντελῆ, κατ’ ἐνέργειαν ἐστώσαν, τὰ 30 δὲ ὅλα ζῷα καὶ γενέσεως καθαρὰ τὸ δεύτερον εἶδος ἔλαχε τῆς αἰσθήσεως· δ. ότι μὲν γὰρ μέρη τοῦ παντὸς ἐστι, πρόσεισιν ἢ αἴσθησις αὐτῶν ἐπὶ τὸ ὅλον· ἐστὶ γὰρ τι καὶ ἐκτὸς