Ancient Greek
2.94.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.94.1-2
Unproofread scanNot analysed yet
θερμὸν ἢ ψυχρὸν τὸ ποιούν, ἀλλ’ ὅτι ἡδὺ μόνον ἢ λυπηρὸν τὸ προσπεσόν· τοιαύτην γὰρ εἶναι τὴν τῶν φυτῶν αἴσθησιν αὐτὸς ἡμῖν παραδώσει [77 B] προῶν δὲ Τίμαιος, τοῦ ἡδέος οὐσαν μόνου καὶ τοῦ λυπηροῦ τοῦ ἀπὸ τῶν αἰσθητῶν ἀντίληψιν. ἄνωθεν οὖν τῆς αἰσθήσεως οὕτω προῶνσης ὁ μὲν κόσμος κατὰ τὴν πρώτην αἴσθησιν ἐστὶν αἰσθητικός· καθ’ ὅλον γὰρ ἑαυτὸν ὁρώμενον τε καὶ ὄμμα ἐστίν· ὅπου καὶ τὸν ἥλιον ὄμμα λέγομεν καὶ τῶν ἀστέρων ἕκαστον. καὶ ὁ κόσμος οὖν ὅψις τέ ἐστιν ὅλος καὶ ὅρατόν καὶ ὄντως αἰσθήσει καὶ δόξῃ περιληπτὸν τῇ ἑαυτοῦ αἰσθήσει καὶ τῇ ἑαυτοῦ δόξῃ· ταύταις γὰρ ἐστὶ πρώτως περιληπτόν· παντελῆς οὖν ἐστὶν ἐν αὐτῷ γνῶσις καὶ ἀδιαίρετος αἴσθησις, καὶ πάντα αὐτὸς ἐστι, τὸ αἰσθητόν, τὸ αἰσθητήριον, ἢ αἴσθησις, ὥσπερ καὶ ὁ δημιουργὸς αὐτοῦ νοῦς, νόησις, νοητόν. καὶ ὥσπερ τῷ ὅλῳ σώματι τὰ μερικὰ σώματα συνέληψεν, οὕτω τῇ ὅλῃ αἰσθήσει τὰς πολλὰς αἰσθήσεις περιέχει, καὶ οὐχὶ τὰ χρώματα καὶ τοὺς ψόφους γινώσκει τῶν αἰσθητῶν, ἀλλὰ πᾶσαν αὐτῶν τὴν οὐσίαν, καθόσον ἕνυλός ἐστι καὶ ἄτομος, διὸ καὶ αἰσθητὴν οὐσίαν ἔχει καὶ καθ’ αὐτὸ αἰσθητήν, ἀλλ’ οὐ κατὰ συμβεβηκός. ὡς γὰρ τὸ ἀεὶ νοητὸν ἐστὶν οὐ πῆ μὲν νοητόν, πῆ δὲ οὔ, πᾶν δὲ νοητόν [ἀλλ’] οὐ τοῖς μεριστῶς νοοῦσιν, ἀλλὰ τῷ θείῳ νῷ, τὸν αὐτὸν τρόπον καὶ τὸ γεννητὸν αἰσθητὸν οὐ πῆ μὲν αἰσθητόν, πῆ δὲ ἀναίσθητον, ἀλλ’ ὅλον, οὐχ ἡμῖν τοῖς μεριστῶς αἰσθανομένοις, ἀλλὰ τῷ παντὶ ζῷῳ, ἐν ᾧ καὶ ἢ ὅλη αἴσθησις· ὡς γὰρ ἄλλη θεῶν νόησις, ἄλλη δὲ ἀνθρώπων, οὕτως ἄλλη θεῶν αἴσθησις καὶ ἄλλη τῶν μεριστῶν ζῴων, ἢ μὲν καὶ τὰς μερικὰς οὐσίας γινώσκουσα τὰς αἰσθητάς, ἢ δὲ τὰ περὶ τὰς οὐσίας μόνον. ὁ μὲν οὖν κόσμος ἔχει τὴν πρώτην αἴσθησιν, ἀμετάβατον, ἡνωμένην τῷ γνωστῷ, παντελῆ, κατ’ ἐνέργειαν ἐστώσαν, τὰ δὲ ὅλα ζῷα καὶ γενέσεως καθαρὰ τὸ δεύτερον εἶδος ἔλαχε τῆς αἰσθήσεως· ὅτι μὲν γὰρ μέρη τοῦ παντὸς ἐστι, πρόεισιν ἢ αἴσθησις αὐτῶν ἐπὶ τὸ ὅλον· ἐστὶ γὰρ τι καὶ ἐκτὸς