Ancient Greek
2.95.2
Proclus Phil., In Platonis Timaeum Commentaria 2.95.2
Unproofread scanNot analysed yet
αὐτῶν· διότι δὲ ἐξήρτηται γενέσεως, ἀπαθῶς καὶ ἐνεργητικῶς μόνον περιέχει τὸ αἰσθητόν. αἱ δὲ μερικαὶ ζωαί, ὅσαι γενέσει κεκοινωνήκασιν, ὀργάνοις χωόμεναι τοῖς αὐγοειδεσὶν ὀχήμασι, σύμμικτον ἔχουσιν αἴσθησιν ἀπὸ τε πάθους καὶ γνώσεως. ἔστι δὲ τινα καὶ τελευταία ζῷα, οἷα καὶ φυτά, μετέχοντα ζωῆς ἴχνους καὶ αἰσθήσεως οὐ πάσης, ἀλλὰ καὶ ἥς μετέχει, παθητικῶς ἔχοντα καὶ ταύτην. ἄλλης οὖν αἰσθήσεως οὕσης τῆς ὅλης, ἄλλης δὲ τῆς μεριστῆς, καὶ ἄλλης μὲν τῆς τὰς εὐσίας γιγνώσκουσης, ἄλλης δὲ τῆς τὰ εἴδωλα τῶν 10 αἰσθητῶν, οὐ χρή ταράττεσθαι τοῦ Πλάτωνος ἀφαιρουμένου τοῦ κόσμου τὰ μεριστὰ πάντα ὄργανα· οὐδὲ γὰρ ἡ ἀκοὴ διήρτηται ἐν αὐτῷ τῆς ὄράσεως· ὅπου γε οὐδὲ ἐν τῷ πνεύματι τῷ ἡμετέρῳ, καθάπερ εἴπομεν [p. 82, 9 ss], χωρὶς μὲν ἡ ἀκοή, χωρὶς δὲ ἡ ὄψις, ἀλλὰ μία ἡ ὄντως αἰσθησις, 15 καὶ τὸ κύριον αἰσθητήριον ἐν, ὡς φησιν Ἀριστοτέλης. οὐτ’ οὖν ὀμμάτων δεῖται ὁ κόσμος τῶν εἰς τὸ ἔξω ἀποτεινομένων, οὔτε ὤτων ἐξωθεν εἰσερχομένων, ἀλλ’ αὐτὸς ἔστι καὶ ὅμμα καὶ ὀρατὸν καὶ οὖς καὶ ἀκουστόν, καὶ ἡ μία αἴσθησις ἐν αὐτῷ πάντα γιγνώσκει τὰ αἰσθητά· πόθεν γὰρ 20 καὶ ἐν ἡμῖν ἡ μία αἴσθησις πρὸ τῶν πολλῶν ἐστιν ἢ ἐκ τοῦ παντός; τὸ τε οὖν κάλλος πᾶν τὸ ἐν ἑαυτῷ γιγνώσκει διὰ τῆς ὄψεως καὶ τὴν ἀρμονίαν τὴν δι’ ὅλων διήκουσαν διὰ τῆς ἀκοῆς. οὔτε ἄρα ὀμμάτων δεῖται πρὸς τὴν ὄρασιν οὔτε ὤτων πρὸς τὴν ἀκοήν. καὶ ἔχει καὶ τοῦτο τὸ ἄνὸμ- 25 ματον κατ’ εἰκόνα τοῦ νοητοῦ θεοῦ, πρὸς ὃν ἀπελκασται· καὶ γὰρ ἐκεῖνον ἄνὸματον Ἑρμᾶ φησιν ἔχειν Ὀρφεύς [frg. 68]·