Ancient Greek
2.96.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.96.1-2
Unproofread scanNot analysed yet
Πνεῦμά τε οὐκ ἦν περιεστὸς δεόμενον ἀναπνοῆς οὐδ’ αὐ τινος ἐπιδεὲς ἦν ὀργάνου σχεῖν, ἀ τὴν μὲν εἰς ἑαυτὸ τροφὴν δέξοιτο, τὴν δὲ πρότερον ἐξικμασμένην ἀποπέμψοι πάλιν· ἀπῆει τε γὰρ οὐδὲν οὐδὲ προσῆει αὐτῷ ποθεν· οὐδὲ γὰρ ἦν. αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ φθίσιν παρέχον καὶ πάντα ἐν αὐτῷ ὑφ’ αὐτοῦ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν· ἠγῆσατο γὰρ αὐτὸ ὁ συνθεὶς αὐταρκὲς ὄν ἄμεινον ἔσεσθαι μᾶλλον ἢ προσδεὲς ἄλλων [33 CD].