Ancient Greek
2.97.1
Proclus Phil., In Platonis Timaeum Commentaria 2.97.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Γ [Tim. 33CD] τοῦ παντὸς δόγματος. ἐπέλθωμεν δὲ καὶ τοῖς καθ’ ἕκαστον. πρῶτον τοίνυν δαιμονίως τὴν τῆς ὀσφρήσεως χρείαν εἰς ἀναπνοὴν ἀνήγαγεν, ἀλλ’ οὐκ εἰς τὴν τῶν εὐωδῶν διάκρισιν, περιεκτικωτέραν αἰτίαν ὡς ἐν τοῖς ἀναπνεούσιν ἡμῖν 5 οὔσαν ἀποδιδούς· ὅταν μὲν γὰρ εὐωδίας ἢ δυσωδίας αἴσθανώμεθα, ἀναπνέομεν, οὐχ ὅταν δὲ ἀναπνέωμεν, πάντως ἐκεῖνοις περιπίπτομεν. φυσικώτερον οὖν ἡ ἀναπνοὴ καὶ περιληπτικώτερον τῶν ἰδίων ὀσφραντῶν· ἐπεὶ καὶ ὅσα τῶν ζῴων ὀσφραίνεται μὲν, οὐκ ἀναπνεῖ δὲ τῷ πνεύμονα μὴ ἔχειν, 10 ἀτελέστερα τῶν ἀναπνεόντων ἐστίν. εἰκότως οὖν ἀπὸ τῶν τελειοτέρων πεποίηται τὴν ἐπιχείρησιν, ὡς, εἰ ἔχεν ὀσφρησιν τὸ πᾶν, δέοντος οὕτως αὐτὸ ταύτην ἔχειν, ὡς ἔχει τὰ τελειότερα τῶν ὀσφαινομένων, οἷς ὑπάρχει καὶ τὸ ἀναπνεῖν. δεύτερον τὴν τῆς γεύσεως χρείαν εἰς τροφὴν ἐπανήγαγε· 15 ταύτην γὰρ κριτήριον ἡ φύσις ἐπέστησε τοῖς χυμοῖς, δι’ ὧν αἱ τροφαὶ καὶ αὔξησεις· τὸ γὰρ ἐξικμασμένην τούτου δηλωτικόν ἐστιν. ὁ δὲ κόσμος οὐ δεῖται τροφῆς ἐξωθεν, ἀλλ’ αὐτὸς ἑαυτῷ παρέχεται τροφὴν καὶ αὔξων ἑαυτὸν καὶ 166 φθίσις ἑαυτῷ παρέχων· πρῶτον μὲν, εἰ βούλει, κατὰ τὴν 20 εἰς δύο διαίρεσιν, αὐξοντος μὲν πάντα τοῦ οὐρανοῦ καὶ μεταβάλλοντος, αὐξομένων δὲ καὶ φθινόντων τῶν ὑπὸ σελήνην· ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορὰ ἐστιν, ἑκατέρας δὲ ἐστι τοῦ οὐρανοῦ κίνησις αἰτία. ἔπειτα καὶ αὐτῶν τῶν οὐρανίων ἀνὰ λόγον κατὰ τὰς κινήσεις τὴν τε αὔξησιν καὶ 25 τὴν φθίσιν δεχομένων κατὰ τὰς ἀνατολὰς καὶ δύσεις καὶ τὰς ἐκφάνσεις καὶ κρύψεις ὑψώσεις τε καὶ ταπεινώσεις φωτισμοὺς τε καὶ μεταβολὰς τοῦ φωτός, δι’ ὧν καὶ τὰ οὐράνια προσλαμβάνει τι καὶ ἀποβάλλει, καθάπερ καὶ τὰ ὑπὸ τὸν οὐρανόν· ἀπὸ γὰρ τούτων τρέπεται καὶ ἡ γένεσις. καὶ ὅρας 30 πάλιν, ὅτι τὰ μὲν ὑπὲρ σελήνην κατ’ ἀναλογίαν μόνην ἔχει τὴν αὔξησιν καὶ φθίσιν, τὰ δὲ ὑπὸ σελήνην κατὰ τὴν οὐσίαν ἐστὶν ἀμφοτέρων δεκτικά, ἡ δὲ σελήνη μεταξὺ τούτων ἐστὶ καὶ ὄντως ἰσθμός, ἀρχὴν μεταβολῆς ἐν ἑαυτῇ δεικνύ-