Ancient Greek
3.100.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.100.1-2
Unproofread scanNot analysed yet
συναποκατάστασιν μετρεῖν. τὸ δὲ φῶς ἀνῆψε τὴν ἐξ ἀφανοῦς προϊοῦσαν καὶ ἀπὸ τῆς δημιουργικῆς οὐσίας ἄχρον ὑπόστασιν ἐμφαίνει τοῦ φωτός. τὸ δὲ ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαῖνοι τὸν οὐρανὸν αἰτίαν <ἂν> ἔχοι τοιαύτην· ἔδει τὸν ὅλον κόσμον κατὰ δύναμιν πεπληρωθῆναι τοῦ ἡλιακοῦ φωτός. ἀλλὰ φύσει σκοτεινὸς ὁ τῆς γῆς ὄγκος. ἔδει οὖν καὶ ἐγγυτέρω τῆς γῆς εἶναι τὸν ἥλιον, ἵνα παραμυθῆται τὸ σκοτεινὸν αὐτῆς· τὸ γὰρ ἐγγυτέρω ὄν πλεόν φωτίζει καὶ πλεόν δύναται περιλάμπειν, ὅταν μείζων ᾖ τοῦ φωτιζομένου τὸ φωτίζον. δηλοῖ δὲ καὶ διὰ τοῦ ὅτι μάλιστα κατὰ τὸ δυνατόν αὐτὸν πάντα φωτίζειν τὸν κόσμον, διότι τὴν γῆν οὐ πᾶσαν ἅμα δύναται περιλάμπειν, ἀλλὰ κύκλῳ περιὼν παρὰ μέρος. ἐν ἐλαχίστῳ δὲ χρόνῳ πᾶσαν ἅμα φωτίζει κατὰ τὸν ἰσημερινὸν ὄν· ἀνατέλλων τε γὰρ καὶ δύνασιν πλεόν ἢ τὸ ἡμισυ φωτίσας ὅλην ἐν μιᾷ ταύτῃ περιφορᾷ καταλάμπει τὴν γῆν. εἰ δὲ καὶ οὐρανὸν ἀκούοιμεν τὸ κύκλῳ κινούμενον, οὔδ’ ἐκεῖνον ὁμοῦ φωτίζει τὸν ὅλον· σκιαί γάρ εἰσι καὶ ἐκεῖ διὰ τὰς ἐπιπροσθήσεις τὰς τε τῶν ἀστρῶν καὶ τῆς σελήνης, οὐδὲν δὲ καθαρεύει τῶν ἐν τῷ κόσμῳ σκιάς, ὡς οὐδὲ ὕλης, μόνα δὲ τὰ ὑπὲρ τὸν κόσμον καὶ ἄσκια καὶ ἄυλά ἐστι πλὴν ἡλίου. διὸ καὶ ὄντως ἄσκιος οὗτός ἐστι καὶ γενέσεως ἄδεκτος πάντων τῶν ἄλλων προσθέσεις φωτιστικὰς ἄλλοτε ἄλλας δεχομένων. διὰ τί οὖν, φαίη ἂν τις, μὴ ἐν τῇ πρώτῃ τῶν ἀπὸ γῆς περιόδων τὸ φῶς ἀνῆψεν; ὅτι, φήσω, καθ’ ἑαυτὴν ἀσύμμετρος ἐστι πρὸς τὴν γένεσιν ἢ τοῦ ἡλίου μαρμαρυγή, μέση δὲ οὖσα ἢ σελήνη καὶ πρώτη δεχομένη τὸ φῶς συμμετρότερον αὐτὸ ποιεῖ πρὸς τὴν γένεσιν· ἐστὶ γὰρ οἷον ἐλάττων ἥλιος, ὡς φησιν Ἀριστοτέλης. ἔδει δὲ καὶ τὸ προσεχῶς ὑπὲρ τὴν γένεσιν ὄν οὐ τὸ λαμπρότατον εἶναι καὶ φωτεινότατον· οὐ γὰρ θέμις τῷ σκοτεινῷ τὸ τοιοῦτο πελάζειν, ἀλλὰ τὸ δευτέρως τοιοῦτον καὶ ἀεὶ μὲν ἔχον τὸ οἰκεῖον φῶς,