Ancient Greek
3.102.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.102.2-2
Unproofread scanNot analysed yet
Διὰ τὴν τοῦ φωτὸς γένεσιν νύκτες καὶ ἡμέραι τὴν πάροδον ἔσχον, καὶ τὸ ἐλάχιστον τοῦ χρόνου μέτρον τούτοις διήρηται τοῖς διαστήμασιν· ἔστι γάρ, φησίν, ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος ἡμέρα καὶ νὺς, οὐ τὴν ἁπλάνῃ λέγων μίαν καὶ φρονιμωτάτην κύκλησιν καὶ ταύτης τὴν περίοδον νύκτα καὶ ἡμέραν, ὡς δοκεῖ τοῖς πολλοῖς, ἀλλὰ μίαν μὲν κύκλησιν καὶ φρονιμωτάτην τὴν τοῦ ταυτοῦ κύκλου νόησιν, περίοδον δὲ ταύτης τὴν τῆς ἁπλανοῦς περιφοράν, ἣν ἐκείνη περιάγει· καὶ γὰρ ἡ κύκλησις ἐνέργειά ἐστι καὶ ἡ περίοδος, ἀλλ’ ἡ μὲν ἀρχηγικωτέρα, ἡ δὲ ἀποτέλεσμα ἐκείνης, μιμουμένη τὴν κύκλησιν. νυχθήμερον μὲν οὖν τοῦτό ἐστιν, ἐκ δὲ τούτου μετροῦνται καὶ ἔνιαυτοὶ καὶ μῆνες· τοῖς γὰρ ἐλάττοσι διαστήμασι μετροῦμεν τὰ μείζω, ὥσπερ καὶ τοῖς ἔνιαυτοῖς τὸν ὅλον χρόνον τὸν ἀποκαταστατικὸν τοῦ κόσμου παντός. καὶ δεῖ ἐφιστάνειν τῇ ἰδιότητι τούτων, ὅπως μέση ἐστὶ τῶν τε μοναδικῶν εἴδων καὶ τῶν ἐν πολλοῖς ὑφισταμένων τοῖς ἀτόμοις· τὰ μὲν γὰρ ἐν ἑνὶ ἐστιν, ἀλλ’ ἀεὶ τῷ αὐτῷ κατ’ ἀριθμόν, τὰ δὲ ἐν ἄλλοις καὶ ἄλλοις κατ’ ἀριθμόν, ἀλλὰ πλείοσιν, ἔνιαυτὸς δὲ καὶ μὴν ἐν ἑνὶ μὲν ἀεὶ κατ’ ἀριθμόν, ἄλλοτε δὲ ἄλλῳ κατ’ ἀριθμὸν διὰ τὴν κατὰ κύκλον ἄλληλων τῶν ἀτόμων