Ancient Greek
3.104.3 to 3.105.29
Proclus Phil., In Platonis Timaeum Commentaria 3.104.3-3.105.29
Unproofread scanNot analysed yet
19 s nolui ὑπερκόσμιοι <καὶ ἐγκόσμιοι> 26 περιόδων ἡλίου καὶ (σελήνης) D ς 31 <καὶ> ἀεὶ? 32 ὑπάρχειν Q διάφορον τῶν ἀποκαταστάσεων ἢ ἀπὸ τῶν διαφερόντων ἀκινή- των αἰτίων; πόθεν δὲ τὸ ἀκατάληκτον καὶ τὸ πάλιν καὶ πάλιν ἐπ’ ἄπειρον ἢ ἀπὸ τῶν ἀπειρῶν ἐν ἐκείναις δυνά- μεων; πᾶσαν δὴ ταύτην τὴν σειρὰν χρονικὴν θέμενος ὑφ’ 5 ἕνα τὸν πρῶτιστον ἄναγε χρόνον, ὅς ἀφορίζει τὴν τοῦ θείου γεννητοῦ περίοδον, αὐτὸς ὧν ὁ ἀληθινὸς ἀριθμός, ὡς εἴρη- ται πρότερον [p. 19, 14ss]. ἀπὸ δὲ τῶν ἀφανῶν τούτων νόησον λοιπὸν τοὺς ἐμφανεῖς, οἱ κατὰ τὸ ἀριθμεῖσθαι προῖ- 10 ασιν ἀπ’ ἐκείνων ἀριθμεῖν τούτους καὶ γεννᾶν δυνάμενων, οὓς δὴ πάντας ἀστρονομία καλῶς ἀναδιδάσκει δοξαστικῶς αἱροῦσα τὸν ἀριθμὸν τῶν ἑκάστου περιοδικῶν ἀποκαταστά- σεων παραβολάς τε ποιουμένη τῶν περιόδων, τίνα λόγον ἔχουσι πρὸς ἀλλήλας, οἷον ὅτι διπλασιεφήμισυς ἡ Κρονία 15 περίοδος τῆς τοῦ μετ’ αὐτόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· εἰ γὰρ καὶ διαφέρουσαι εἰσὶν αὐτῶν αἱ ἀποκαταστάσεις, ἀλλὰ λόγον ἔχουσι πρὸς ἀλλήλας· ὥσπερ δὴ καὶ τοὺς ἀφανεῖς ἐκείνους καὶ τούτων αἰτίους ἡ ἱερὰ φήμη θεραπεύει, ὀνό- ματά τε θεῖα νυκτὸς καὶ ἡμέρας ἐκδιδούσα καὶ μηνὸς καὶ 20 ἐνιαυτοῦ συστατικὰ καὶ κλήσεις καὶ αὐτοφανεῖας, ὡς οὐκ ἐπὶ δακτύλων θεωρουμένων, ἀλλ’ ἐν ὑπάρξεσι θείαις, ἃς καὶ θρησκεύειν καὶ τιμᾶν ἀγάλμασί τε καὶ θυσίαις οἱ τῶν ἱερῶν παρεκελεύσαντο θεσμοί, καὶ ἐπεψήφισαν αἱ χρησιμο- δίαί τοῦ Ἀπόλλωνος, ὡς αἱ ἱστορίαι λέγουσι, καὶ τιμω- μένων μὲν αὐτῶν καὶ τὰ ἀπὸ τῶν περιόδων ὑπῆρχεν ἀγαθὰ 25 τοῖς ἀνθρώποις τῶν τε ὥριαίων καὶ τῶν ἄλλων ὁμοίως, ἀμεληθέντων δὲ πᾶσα τῶν περὶ γῆν ἐπηκολούθησε πάντων παρὰ φύσιν διάθεσις. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς Πλάτων ἐν Νόμοις [X 899B] κέκραγεν, ὅτι ταῦτα πάντα θεοί εἰσιν, ὧραι καὶ ἐνιαυτοὶ καὶ μῆνες, ὥσπερ καὶ τὰ ἄστρα καὶ 30 ὁ ἥλιος, καὶ οὐδὲν ἡμεῖς καινὸν εἰσάγομεν ἀξιοῦντες πρὸ