Ancient Greek
3.105.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.105.4
Unproofread scanNot analysed yet
24 μὲν om D 25 ὥραιων 5 28 πάντα om D ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39BCD] τὴν μὲν οὖν ‘νύκτα’ προτέραν τῆς ‘ἡμέρας’ κατέλεξεν ὡς ἕνδαλμα φέρουσαν τῶν ἀφανῶν καὶ νοερῶν μέτρων· καὶ γὰρ ἡ κοινὴ φήμη προτάττει τὴν νύκτα τῆς ἡμέρας. νυχθήμερον οὖν λέγειν εἴωθασιν, διότι καὶ ἐν ταῖς νοηταῖς αὐτῶν αἰτίαις πρὸ τῆς ἡμέρας αἱ Νύκτες ὑπέστησαν· ἄμα γὰρ 270B αὐτῇ τῇ τρίτῃ Νυκτὶ ***|τὸ δὲ οὕτως καὶ διὰ ταῦτα τὸ μὲν οὕτως δηλοῖ τὴν ποιητικὴν αἰτίαν τῆς νυκτὸς καὶ ἡμέρας, ὅτι τὸ φῶς μετὰ τῆς ἀπλανοῦς, τὸ δὲ διὰ ταῦτα τὴν τελικήν, ἵνα μέτρον ἐναργὲς εἴη τὸ νυχθήμερον πασῶν τῶν περιφορῶν. μίαν δὲ καὶ φρονιμωτάτην κύκλησιν ἐπωνομάζει τὴν ταυτοῦ περιφορὰν, ὡς μονοειδῆ καὶ νοερὰν καὶ τῇ στάσει καὶ τῇ ταυτότητι τοῦ νοῦ συγγενεστάτην καὶ ὡς ἔχουσαν τὸ μὲν μονοειδὲς ἀπὸ τῆς μιᾶς ἀρχῆς, τὸ δ’ ‘ἔμφρον’ ἀπὸ τοῦ νοῦ, τὴν δὲ κύκλησιν ἀπὸ τῆς ψυχικῆς ἰδιότητος. χρόνον δὲ τίθεται εἶναι τὰς πλάνας τῶν ἀστέρων, οὐχ ὡς αὐτὴν τὴν κίνησιν χρόνον ποιῶν, ἀλλ’ ὡς μέτρα τῶν κινήσεων τὰ χρονικὰ διαστήματα οἴομενος· καὶ γὰρ ἀριθμὸν τῆς ἑκάστου ζωῆς τῆς ἐμφανοῦς τὸν δεύτερον χρόνον . πληθῆ δὲ ἀμῆχανον ἀποκαλεῖ τὸν χρόνον τὸν τε ἴδιον τῶν κινήσεων ἑκάστου καὶ τὸν κοινόν· παντοίας γὰρ οὕτως αὐτῶν ἀνακυλήσεις συνέλιφε καὶ παντοίους σχηματισμούς. πεποικιλμένον δὲ θαυμαστῶς C διὰ τὰς χορείας αὐτῶν καὶ παραβολὰς καὶ τὴν ἐναρμόνιον κίνησιν καὶ τὴν τάξιν τῶν ἀποκαταστάσεων· τοιαῦται γὰρ αἱ πλάναί τῶν οὐρανίων, ἀπλανεῖς πλάναί τὸ ὅλον τοῦτο ὑπάρχουσαι καὶ ἀεὶ ἐν τέλει οὖσαι καὶ πρὸς ἕν σπεύδουσαι τέλος.