Ancient Greek
3.107.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.107.2
Unproofread scanNot analysed yet
Μετὰ τὴν δημιουργικὴν ἀπογέννησιν τῶν σφαιρῶν καὶ τὴν τῶν ἑπτὰ σωμάτων πρόοδον καὶ τὴν ψύχωσιν αὐτῶν καὶ τὴν τάξιν, ἣν ἐνέθηκεν αὐτοῖς ὁ πατήρ, καὶ τὰς κινήσεις αὐτῶν τὰς ποικίλας καὶ τὰ μέτρα τὰ χρονικὰ τῆς ἑκάστων περιόδου καὶ τὰς διαφορὰς τῶν ἀποκαταστάσεων ἐπὶ τὴν μονάδα τοῦ χρονικοῦ πλήθους καὶ τὸν ἕνα ἀριθμόν, καθ’ ὃν μετρεῖται πᾶσα κίνησις, ὑφ’ οὗ περιέχεται πάντα τὰ ἄλλα μέτρα καὶ καθ’ ὃν ἀφορίζειται πᾶσα ἡ ζωὴ τοῦ κόσμου καὶ ἡ παντοία τῶν σωμάτων ἀνέλιξις καὶ ὁ βίος ὅλος κατὰ τὴν παντελῆ περίοδον, ἐπὶ δὴ τοῦτον τὸν ἀριθμὸν προελήλυθεν ὁ λόγος, ὃν οὐ χρὴ θεωρεῖν δοξαστικῶς, ἐπισυντιθέντα μυριάδας ἐπὶ μυριάσιν· εἰώθασι γὰρ οὕτω τινὲς λέγειν, λαμβάνοντες τὴν ἀκριβῆ τῆς σελήνης ἀποκατάστασιν καὶ τὴν ἡλιακὴν ὁμοίως καὶ ποιοῦντες τὴν ἑτέραν ἐπὶ τὴν λοιπὴν καὶ τὴν Ἑρμαϊκὴν ἐπὶ ταύτας καὶ τὴν Ἀφροδισιακὴν ἐπὶ τὰς τρεῖς καὶ τὴν Ἀρεϊκὴν ἐπὶ πάσας καὶ τὴν Δίον ὁμοίως καὶ λοιπὴν τὴν Κρόνιον ἐπὶ ταύτας ὅλας καὶ τὴν τῆς ἀπλανοῦς ἐπὶ τὴν μίαν καὶ κοινὴν τῶν πλανωμένων ἀποκατάστασιν. οὕτω μὲν οὖν λέγουσιν, εἴπερ εἰσιν οἱ ἀποκαταστατικοὶ χρόνοι πρῶτοι πρὸς ἀλλήλους οἱ προσβαλλόμενοι· εἰ δὲ μὴ πρῶτοι, λαβόντες τὸ κοινὸν μέτρον ὁρῶσι, κατὰ τίνας μετρεῖ τοῦτο ἀριθμοὺς ἑκάτερον τῶν δοθέντων ἀποκαταστατικῶν χρόνων, καὶ καθ’ ὃν μὲν τὸν