Ancient Greek
3.111.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.111.3
Unproofread scanNot analysed yet
33 καὶ μερίζοντας D :καὶ μεριζομένους δὲ ci s 96 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39DE] πλανητὰ δι’ οὐρανοῦ πορευόμενα φησιν ἐσχηκέναι τρο-πάς, ἐπεστήσαμεν, μήποτε τὴν τούτων κίνησιν ποικίλην οἴεται εἶναι, περὶ τὰ κέντρα μὲν τὰ ἑαυτῶν κινουμένων, καὶ κατὰ μήκος δὲ καὶ κατὰ πλάτος καὶ κατὰ βάθος τρεπομένων αὐτῶν διὰ τοῦ οὐρανοῦ, τούτῃ διὰ τῶν οἰκείων σφαιρῶν, αἱ εἰσὶ τοῦ οὐρανοῦ μερίδες συμπληροῦσαι τὸν ὅλον οὐρα-νόν· οὐ γὰρ εἶπεν αὐτὰ ‘ἐν τῷ οὐρανῷ’ φέρεσθαι ὡς ἂν τὸν αὐτὸν κατέχοντα τόπον, ἀλλὰ ‘διὰ τοῦ οὐρανοῦ’, ὡς ἂν διὰ τῶν ἀψίδων κινούμενα καὶ ὅλα μεθιστάμενα κατὰ τόπον πρὸς τῷ ἀεὶ καὶ περὶ τὰ κέντρα τὰ ἑαυτῶν φέρεσθαι, ἔν’ ἔχῃ μικτὴν τινὰ κίνησιν, ὥσπερ δὴ καὶ ἔστι μέσα τῶν ἀπλανῶν τῶν ἀεὶ τὸν αὐτὸν κατεχόντων τόπον καὶ τῶν ὑπὸ σελήνην μὴ κινουμένων περὶ τι μέσον. ἤδη τοίνυν φανερὸν, ὅτι κατ’ αὐτὸν ὁμόκεντροι μὲν εἰσὶν αἱ σφαῖραι πᾶσαι καὶ ἔχουσι κέντρον τῷ παντὶ ταὐτόν, ἡ δὲ φαινομένη τῶν κινη-σεων ἀνωμαλία κατὰ τοὺς ἐπτὰ παρὰ τὴν αὐτῶν γίνεται τροπὴν παντοίως μεταβαλλόντων τὴν κίνησιν, προστιθέντων αὐτῶν, ἀφαιρούντων αὐτῶν, προποδιζόντων αὐτῶν, ὑφου-μένων, προσγειῶν γιγνομένων ἄνευ τῶν μεμηχανημένων ἐπι-κύκλων· καὶ γὰρ οὐδενὸς τοιούτου πεποίηται μνήμην αὐτός, καὶ ἡ φύσις ἀπαιτεῖ τὸ μέσον πανταχοῦ. μέσον δὲ πάντων τῶν ὁμαλῶν καὶ τεταγμένων καὶ τῶν ἀνωμάλων καὶ ἀτάκτων ἐστὶν ὅ καὶ ἀνώμαλόν ἐστι καὶ τεταγμένον, οἷον δὴ ἐστὶ τὸ τῶν πλανωμένων τῆς κινήσεως εἶδος τὴν ἀνωμαλίαν ἀντα-ποδιδόν κατὰ τινὰ τάξιν ἀεὶ τὴν αὐτὴν τοῦ τε τάχους καὶ τῆς βραδυτητος καὶ τῆς ἐπὶ τὰ αὐτὰ ἢ τὰ ἐναντία τροπῆς. εἰ δὲ τινες ἢ ἐπικύκλοις ἐχρήσαντό τισιν ἢ ἐκκέντροις, ὁμα-λεῖς ὑποθέμενοι κινήσεις, ἂν’ ἔχοιεν εὑρίσκειν τοὺς ἀριθμοὺς τῶν κινήσεων κατ’ ἐπισύνθεσιν τούτων, ὧν οἱ ἐπίκυκλοι κινούνται καὶ οἱ ἐκκεντροι καὶ ὧν οἱ ἀστέρες ἐπ’ αὐτῶν, καλὴ μὲν ἡ ἐπίνοια καὶ ψυχαῖς ἐμπρέπουσα λογικαῖς, τῆς δὲ τῶν ὅλων ἀστοχοι φύσεως, ἧς μόνος ἀντελάβετο Πλάτων.