Ancient Greek
3.113.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.113.2
Unproofread scanNot analysed yet
Ὅτι μὲν ἀεὶ πρὸς τὸ αὐτοζῶον ἐξομοιῶν τὸν κόσμον ὡς τὴν μνήμην αὐτοῦ πεποίηται τρίς, μονογενὲς ποιῶν τόδε τὸ πᾶν, αἰώνιον ἀποτελῶν, παντελὲς ἀπεργαζόμενος, δῆλον, καὶ εἰκῶς· τὸ γὰρ αὐτοζῶον τρισὶ τούτοις χαρακτηρίζεται, τῷ μονογενεῖ, τῷ αἰωνίῳ, τῷ παντελεῖ· τρίτην γὰρ εἰληχὸς τάξιν ἐν τοῖς νοητοῖς τὸ μὲν μονογενὲς ἀπὸ τῆς πρώτης ἔχει, καθ’ ἣν τὸ ἕν ὄν, τὸ δὲ αἰώνιον ἀπὸ τῆς δευτέρας, καθ’ ἣν ὁ αἰών, τὸ δὲ παντελὲς ἀφ’ ἑαυτῆς. τί δὲ τὸ παντελὲς ἐστὶ τοῦτο, δεῖ μὴ παρέργως ἰδεῖν. τῆς τοίνυν ὁλότητος, ὥσπερ πολλάκις ὑπέμνησται, τριπλῆς οὔσης καὶ ἀπ’ αὐτῶν ἄνωθεν ἀρχομένης τῶν νοητῶν ἔδει καὶ τόνδε τὸν κόσμον εἰκόνα τοῦ καλλίστου τῶν νοητῶν ὄντα καθ’ ἑκάστην τούτων ὑποστήναι τῶν ὁλοτήτων, κατὰ πρώτην μὲν τὴν πρὸ τῶν μερῶν, κατὰ δευτέραν δὲ τὴν ἐκ τῶν μερῶν καὶ διὰ ταύτης κατὰ τὴν λοιπὴν. ἤδη μὲν οὖν αὐτὸν ὁ δημιουργὸς ἐκόσμησε κατὰ τὸ πρῶτον εἶδος τῆς ὁλότητος· γέγονε γὰρ ζῷον ἔμψυχον ἔννουν τὴν πρώτην, κοσμηθέντος μὲν τοῦ πλημμελῶς κινουμένου καὶ ἀτάκτως καὶ λαβόντος τάξιν, ψυχῆς δὲ ἐπιγενομένης καὶ νοῦ καὶ θείας ἐνώσεως. προϊὼν δὲ ὁ λόγος καὶ τὴν δευτέραν αὐτῷ δέδωκεν ὁλότητα τὴν ἐκ τῶν μερῶν, διττὰς περιφοράς ὑποστήσας καὶ στοιχεῖα δι’ ἀναλογίας δεθέντα καὶ ψυχῆς κύκλους κατὰ τε μονάδα καὶ τριάδα καὶ τετράδα καὶ ἑπτάδα διατεταγμένους· ἐκ γὰρ τούτων ἀπάντων ὡς μερῶν ἐστὶ τὸ πᾶν, διότι ταῦτα τοῦ παντὸς ὡς παντὸς ἐστὶ συμπληρωτικά. ἐν δὲ γε τοῖς προκειμένοις καὶ τὸ τρίτον εἶδος αὐτῷ δίδωσι τῆς ὁλότητος· δεῖ γὰρ καὶ ἑκάστην αὐτοῦ μοῖραν ὅλην γενέσθαι καὶ πάντα σχεῖν ἑαυτῇ οἰκείως, οὐρανίως μὲν τὸν