Ancient Greek
3.114.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.114.1
Unproofread scanNot analysed yet
Δ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39E] οὐρανόv, ἀερίως δὲ τὸν ἀέρα, χθονίως δὲ τὴν γῆν· τοῦτο γὰρ τὸ ἐν τῷ μέρει ὅλον, καὶ διὰ τοῦτοὺν μειζόνως ὁμοιοῦται πρὸς τὸ παράδειγμα τὸ πάντων ζῶων περιεκτικόν· ἐστι γὰρ καὶ ἐκεῖνο μονὰς καὶ ἀριθμός, καὶ δεῖ καὶ τὸν κόσμον πάντα ἐν αὐτῷ τὰ ζῷα σχεῖν, ἵνα προσόμοιος γένηται τελέως πρὸς τὴν παντότητα τοῦ παραδείγματος, μὴ μόνον τὰ ὅλα πληρώματα τοῦ κόσμου λαβὼν καὶ ὅλος ἐξ ὅλων ὑφιστάμενος, ἀλλὰ καὶ τὰ μερικὰ ζῷα, δι' ὧν συμπληρήσεται πᾶσα μερὶς τοῦ παντός, ἐν ἑαυτῷ περιλαβὼν καὶ πᾶσας τάξεις τὰς θείας τε καὶ δαιμονίας καὶ θνητάς· τελειοτάτη γὰρ πρὸς τὸ αὐτοζῶον ὁμοίωσις ἂν οὕτω γένοιτο τοῦ παντός. καὶ ἐστι τοῦτο δέκατον δῶρον εἰς τὸν κόσμον τοῦ δημιουργοῦ καὶ τὸ πάντων μέγιστον. καὶ οὐ τοῦτό φαμεν, ὅτι τὸν κό- E σμον ὁ δημιουργὸς ἐξ ἀνομοιότητος εἰς ὁμοίωσιν ἄγει πρὸς τὸ νοητόν (οὕτω γὰρ ἂν τὸ ἄτελὲς προηγεῖτο τοῦ τελείου κατὰ τὴν δημιουργικὴν ἀπογέννησιν), ἀλλ' ἡ τάξις αὐτὴν τὴν ἐν εἴδεσι προήγησιν καὶ κατ' αἰτίαν προηγούμενην ἐπικράτειαν τῶν ἐνδιδομένων δευτέρων καὶ τρίτων ἀγαθῶν παραδίδωσιν, ἵνα πάντας τοὺς ἐξειλῃγμοὺς τῶν νοητῶν εἴδων ἀποτυπώσῃται κατὰ δύναμιν ὁ κόσμος. ἐπεὶ οὖν τὸ παράδειγμα καὶ μοναδικὸν ἦν καὶ πάντων περιληπτικὸν τῶν νοητῶν ζῶων, δεῖ καὶ τὸν κόσμον μὴ μονογενῆ μόνον εἶναι καὶ ὅλον ἐξ ὅλων, ἀλλὰ καὶ πάντων τῶν αἰσθητῶν ζῶων περιεκτικόν.