Ancient Greek
3.115.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.115.2
Unproofread scanNot analysed yet
νεσι τῶν ζῴων καὶ πάντα τὰ γένη κατακοσμῶν τοῖς οἰκείοις ἀριθμοῖς καὶ τοὺς ἀριθμοὺς ἅπαντας καθ’ ὁμοιότητα τοῦ παραδείγματος ἀπογεννῶν, καὶ ἡ τρίτη διὰ τῆς δημιουργίας ὁλότης ἐφήρκει τῷ κόσμῳ, τοῖς ὅλοις τὰ μέρη συνυφαίνουσα καὶ ταῖς μονάσι τοὺς ἀριθμοὺς καὶ ἑκάστην μοῖραν τοῦ παντὸς κόσμον ποιοῦσα καὶ ὅλον τὸ ἐν μέρει καὶ πᾶν· καὶ γὰρ καὶ τοῦτο κατὰ τὴν πρὸς τὸ αὐτοζῷον ὁμοίωσιν ἔλαχεν ὁ κόσμος, διότι δὴ καὶ ἐκεῖνο καὶ μονὰς ἐστὶν ὁλοτελὴς καὶ ἀριθμὸς καὶ νοῦς νοητὸς παντελὴς καὶ πλήρωμα τῶν νοητῶν αἰτιῶν, ὅς αὐτὸς ἀπεγέννησεν ἐν αὐτῷ μενούσας διαιωνίας· ἄλλο γὰρ τὸ μένον ἐν τοῖς αἰτίοις ἐστὶ πλήθος καὶ ἕτερο ἄλλο τὸ προιοῦν καὶ μεριζόμενον. ἐπεὶ καὶ αὐτὸς ὁ δημιουργὸς τὰ μὲν ἐν ἑαυτῷ γένη τῶν θεῶν ὑφίστησι, τὰ δὲ εἰς δευτέρας ἀφ’ ἑαυτοῦ καὶ τρίτας προάγει τάξεις, καὶ ὁ τοῦτον πατὴρ ἄλλα μὲν ἀπογεννᾷ τὰ παραδειγματικὰ τῆς δημιουργίας αἴτια τὰ μένοντα ἐν αὐτῷ, ἄλλα δὲ αὐτὰ τὰ δημιουργικὰ αἴτια τὰ προτεταγμένα τῶν ὅλων, καὶ ὁ προπάτωρ Οὐρανὸς τοὺς μὲν ἐν ἑαυτῷ κατέχει, τοῖς δὲ τὴν ἀφ’ ἑαυτοῦ δίδωσι διάκρισιν. καὶ δηλοῦσιν οἱ θεολόγοι ταῦτα μυστικοῖς ὀνόμασιν, ὅπου μὲν ‘χρύψιν’, ὅπου δὲ ‘κατάποσιν’ λέγοντες, ὅπου δὲ ‘τὴν ἐν τῷ μηρῷ τροφήν’. πολλῷ δὴ πρότερον τούτων ὁ νοητὸς νοῦς, ὁ πατὴρ τῶν ὅλων, τὰς μὲν ἐν ἑαυτῷ γεννᾷ καὶ ἐκφαίνει τῶν αἰτιῶν, τὰς δὲ ἀφ’ ἑαυτοῦ προάγει καὶ ταῖς μεθ’ ἑαυτὸν τάξεσιν ὑφίστησι τῶν θεῶν, τὰ μὲν ἐνοειδῆ καὶ ὅλα καὶ παντελῆ κατέχων ἐντὸς τῆς ἑαυτοῦ περιοχῆς, τὰ δὲ πληθυνόμενα καὶ μεριζόμενα δι’ ἑτερότητος εἰς ἑτέρας τάξεις προάγων. ἐπεὶ τοίνυν πᾶσα ἡ πατρικὴ τάξις τοῦτον ὑφίστησι τὸν τρόπον, εἰκότως καὶ οὕδε ὁ κόσμος, μίμημα ὧν τῶν νοητῶν τάξεων καὶ εἰς ἐκείνας ἀνηρημένος, ἄλλην μὲν ἔχει τὴν πρὸ τῶν μερικῶν ζῴων παντότητα, ἄλλην δὲ τὴν ἀπ’ αὐτῶν συμπληρουμένην, καὶ μετὰ τῆς προτέρας ὑποδέχεται καὶ τὴν δευτέραν, ἵνα ὁμοιότατος ἢ καὶ πρὸς τὴν δημιουργικὴν καὶ πρὸς τὴν παρα-