Ancient Greek
3.117.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.117.3
Unproofread scanNot analysed yet
ποιμάλωνν πραπίδεσσιν ἄνόματον ὡκὺν Ἑρωτα· ἔστι γὰρ αὐτοῦ καὶ τὸ ἐνέργημα νοητόν. νοῦς δὲ ὁ δημιουργὸς ὧν οὐκ ἔστι τῶν μετεχόντων, ἵνα τῶν ὅλων ἢ δημιουργὸς καὶ ἵνα δύνηται πρὸς τὸ αὐτοζῷον ὁρᾶν· ἀμέθεκτος δὲ ὧν ὄντως νοερὸς ἔστι νοῦς, καὶ διὰ μὲν τῆς ἀπλῆς νοήσεως συνήνωται πρὸς τὸ νοητόν, διὰ δὲ τῆς ποι- D κιλῆς εἰς ἀπογέννησιν σπεύδει τῶν δευτέρων. ἐκεῖνην μὲν αὐτοῦ τὴν νόησιν ὁρασιν προσείρηκεν ὁ λόγος, ὡς ἀπλήθυντον καὶ ὡς τῷ νοητῷ φωτὶ καταλαμπομένην, τὴν δὲ δευτέραν ἐνέργειαν διανόησιν, ὡς διὰ τῆς ἀπλῆς νοήσεως προϊοῦσαν καὶ εἰς ἀπογέννησιν τῶν δημιουργικῶν ἔργων