Ancient Greek
3.118.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.118.3
Unproofread scanNot analysed yet
οὐ γὰρ ἄνευ νοῦς ἔστι νοητοῦ καὶ τὸ νοητόν 10 οὐ νοῦ χωρὶς ὑπάρχει κατὰ τὸ λόγιον [or. chald. 11s]. ὅπου δὲ καὶ τὴν ἡμετέραν ψυχὴν εἰς ἑαυτὴν ὁρῶσαν τὰ πάντα γιγνώσκειν φαμέν καὶ οὐκ ἔστιν ἔξω αὐτῆς τὰ πρὸ αὐτῆς, πῶς οὐχὶ μειζόνως E ὁ δημιουργικὸς νοῦς ἑαυτὸν νοῶν τὸν νοητὸν θεᾶται κόσμον; 15 ἔστι μὲν γὰρ καὶ ἐν αὐτῷ τὸ αὐτοζῶον, ἀλλ’ οὐ μοναδικῶς, ἀλλὰ κατὰ τινα θεῖον ἀριθμόν, διὸ καὶ καταπίνειν λέγεται τὸν νοητόν, ὡς εἴπομεν [p. 99, 20], ἐκεῖνον θεὸν αὐτὸς νοερὸς ὢν παρὰ τοῖς θεολόγοις ὡς ἐνούμενος τούτῳ, τὸ νοητὸν πᾶν καὶ αἱ εἰδητικαὶ διαιρέσεις καὶ ὁ νοη- 20 τὸς ἀριθμός· ἄ καὶ ὁ Πλάτων ἐνδεικνύμενος ὅσας καὶ οἷας ἐπωνόμασεν αὐτοῦ τὰς ἰδέας, τῷ μὲν τὰς ἰδιότητας τῶν αἰτίων δηλῶν, τῷ δὲ τὴν κατ’ ἀριθμὸν διάκρισιν. εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐ χρὴ τὴν ἀπειρίαν τῶν εἰδῶν ἐν τοῖς νοητοῖς ὑποτίθεσθαι, καθάπερ λέγουσί τινες 25 (τὸ γὰρ ὡρισμένον τοῦ ἀορίστου ταῖς ἀρχαῖς οἰκειότερον, ὡς καὶ ὁ Πλάτων ἐνδείκνυται), καὶ ἀεὶ τὰ πρῶτα τῷ ποσῷ μὲν εἶναι συνεσταλμένα, τῇ δὲ δυνάμει διαφέροντα τῶν μετὰ ταῦτα καὶ ἀπ’ αὐτῶν προιόντων, ἀλλ’ οὐδὲ λέγειν, ὅτι οἱ τὸ αὐτοζῶον τοῦ δημιουργοῦ διορίζοντες ἔξω ποιοῦσι τοῦ 30 νοῦ τὸ νοητόν· οὐ γὰρ καταδεέστερον τοῦ ὁρῶντος ποιοῦμεν