Ancient Greek
3.119.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.119.1
Unproofread scanNot analysed yet
τὸ ὁρώμενον, ἵνα ἔξω ἦ, ἀλλὰ πρὸ αὐτοῦ. τὰ δὲ θειότερα νοητὰ ὑπὸ τῶν κοιλοτέρων ὡς ἐν αὐτοῖς ὄντα νοεῖται· ὅπου γε καὶ ἡ ψυχὴ εἰς ἑαυτὴν εἰσιοῦσα πάντα εὑρίσκειν λέγεται τὰ ὄντα, θεόν τε καὶ φρόνησιν, φησὶν ὁ Σωκράτης [Alc. I 133 C], καὶ πρὸ τοῦ δημιουργοῦ τοίνυν τὸ αὐτοζῶον καὶ οὐκ ἔξω αὐτοῦ, κάκει μέν ὀλίκῶς πάντα καὶ νοητῶς, ἐν τῷ δημιουργῷ δὲ νοερῶς καὶ διηρημένως· ἐν τούτῳ γὰρ ἡλίου καὶ σελήνης αἰτία προὔφεσθηκε διωρισμένα καὶ οὐ μόνον ἡ μία τῶν οὐρανίων θεῶν ἰδέα πάντων ὑποστατικὴ τῶν οὐρανίων γενῶν· ὅθεν καὶ τὰ λόγια [or. chald. 24, 10s] τὰς δημιουργικὰς <ἰδέας> σμῆνεσσιν ἐοικυίας φέρεσθαι λέγει