Ancient Greek
3.120.3 to 3.121.27
Proclus Phil., In Platonis Timaeum Commentaria 3.120.3-3.121.27
Unproofread scanNot analysed yet
Εἰσὶ δὲ δή τέτταρες, μία μὲν οὐρανίων θεῶν γένος, ἄλλη δὲ πτηνὸν καὶ ἀεροπόρον, τρίτη δὲ ἔνυδρον εἶδος, πεζὸν δὲ καὶ χερσαῖον τέταρτον [39E 40A]. Ὡςπερ οὖν ἐπ’ αὐτῆς τῆς δημιουργικῆς νοήσεως ἥγεται τοῦ νοεροῦ πλήθους ἢ μονὰς καὶ ὡς ἐπὶ τοῦ παραδείγματος προϋπάρχει τοῦ ἀριθμοῦ τὸ ἐνιαῖον εἶδος, οὕτω δή καὶ ὁ λόγος ὁ τῶν θείων ἐξηγητὴς τὴν τῶν πραγμάτων ἀπεικουιζόμενος φύσιν, ὧν ἐστιν ἄγγελος, πρῶτον μὲν ἀθρόως ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39E 40A] 105 ἰδεῶν μονάδες. καὶ τοῦτο μὲν ὅτι Πλατωνικὸν ἐστὶν ἔθος, διὰ πολλῶν ὑπέμνηται καὶ πρότερον, οἷον ἐκ τοῦ γέγονεν [28B], ἐκ τοῦ ἀγαθοῦ ἤν [29E], ἐκ τοῦ ἕνα [31A], ἐκ πάντων τῶν προειρημένων. ἀπὸ δὲ τῶν λόγων ἐπὶ τὰ πράγματα μεταβάντες κατὶδωμεν πρῶτον μὲν, τίς ἡ τετράς αὕτη τῶν ἰδεῶν καὶ πῶθεν οὕτως ὁ ἀριθμός; ἔπειτα τίνες αἱ τέτταρες ἰδαὶ καὶ πῶς εἰσὶν ἐν τῷ αὐτοφῶ, πότερον ὡς συμπληροῦσαι δι’ ἑαυτῶν τὸ ἐκεῖνον παντελὲς ἢ ἄλλως πως; διὰ γὰρ τούτων τῶν σκεμμάτων καθ’ ὅδὸν ἰόντες εὐρήσομεν τὴν ἔνθεον τοῦ Πλάτωνος ἐπιβολήν. δεῖ δὴ πάλιν ἐπὶ τὰς εἰρημένας ἀποδείξεις ἀναδραμεῖν, ἐν αἷς ἐλέγομεν, καὶ κατ’ ἐνθουσιαστικὴν ἐπιβολὴν ὅλον περιλαμβάνει τὸ γνω- ὅτι τῆς πρωτίστης καὶ ἡνωμένης καὶ ἀπλουστάτης τῶν θεῶν νοητῆς οὐσίας ἄνωθεν ἀπὸ τῆς ἐνάδος τῶν ἐνάδων προῖούσης κατὰ δή τινα τρόπον ἄρρητον καὶ ἄληπτον τοῖς πᾶσι τὸ μὲν ἐστὶ πρῶτιστον καὶ κρύφιον καὶ πατρικόν, τὸ δὲ δεύτερον καὶ μία δύναμις τῶν ὅλων καὶ ἀπερίληπτον μέτρον, τὸ δὲ τρίτον εἰς ἐνέργειαν προελθὸν καὶ παντοίας δυνάμεις καὶ ἄμα πατρικὸν τε καὶ ποιητικὸν ὑφιστηκός. καὶ τὸ μὲν μονάς, ὅτι δὴ κορυφὴ παντὸς ἐστὶ τοῦ νοητοῦ πλάτους καὶ αἰτία καὶ πηγὴ τῶν θείων ἀριθμῶν, τὸ δὲ δύας· καὶ γὰρ μένει καὶ πρόεισιν ὡς ἐν νοητοῖς γένεσι καὶ τὸ ἀεὶ μετὰ τοῦ ὄντος ἔχει συμπεπλεγμένον. τὸ δὴ νῦν