Ancient Greek
3.123.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.123.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39E 40A] 107 δευτέρων εἴδη πληθύνεται μᾶλλον τῶν πρὸ αὐτῶν, τὰ μὲν νοερὰ τῶν νοητῶν, τὰ δὲ ὑπερκόσμια τῶν νοερῶν, τὰ δὲ ἐγκόσμια τῶν ὑπερκοσμίων. ταῦτα γοῦν ἐστὶ τὰ εἰς τὸν ἕσχατον ἀφικόμενα μερισμόν, ὥσπερ τὰ νοητὰ τὴν ἀκροτάτην 5 ἔννοιαν καταδεξάμενα· πᾶσα γὰρ πρόοδος ἐλαττοῖ μὲν τὴν δύναμιν, αὐξεῖ δὲ τὸ πλῆθος. εἰ μὲν οὖν περὶ νοερᾶς τινος τάξεως ἐποιεῖτο τὸν λόγον ὁ Τίμαιος, ἄλλον ἂν εἴπεν ἀριθμόν, οἷον ἑβδομαδικὸν ἢ δεκαδικόν. ἐπειδὴ δὲ περὶ τῆς νοητῆς αἰτίας τῶν ἰδεῶν τῆς περιεχούσης πάντα ὅσα νοητὰ 10 ζῷα, τέτταρας εἶναι φησι τὰς πρώτας ἰδέας· ἐκεῖ γὰρ ἡ τετρὰς, ἀπὸ τῆς μονάδος προελθοῦσα τῆς νοητῆς καὶ πληροῦσα τὴν δεκάδα τὴν δημιουργικὴν· πρόεισι γὰρ ὁ θεῖος ἀριθμός, ὡς φησιν ὁ Πυθαγόρειος εἰς αὐτὸν ὕμνος, μονάδος ἐκ κευθμῶνος ἀκήρατου, ἔστ’ ἂν ἴκηται 15 τετράδα ἐπὶ ζαθέην· ἢ δὴ τέκε μητέρα πάντων, πανδοχέα, πρέσβειραν, ὅρον περὶ πᾶσι τιθεῖσαν, ὕτροπον, ἀκαματήν· δεκάδα κλείουσι μιν ἄγνην· C μονάδα μὲν ἀκήρατον λέγων καὶ κευθμῶνα τῆς μονάδος τὴν ἐνοειδῆ καὶ κρύφιον τοῦ ἑνὸς ὄντος αἰτίαν, τετράδα 20 δὲ ζαθέην τὴν τοῦ νοητοῦ πλήθους ἐκφανσιν, ἣν ἡ δυὰς ἐξέρησεν ἢ μέση τῆς τε μονάδος καὶ τετράδος, δεκάδα δὲ αὐτὸν τὸν κόσμον τὸν πάντων ὑποδεχόμενον τῶν θείων ἀριθμῶν εἰκόνας ἄνωθεν εἰς αὐτὸν ἐκδοθεῖσας· δυνατόν γὰρ καὶ οὕτως ἀκούειν τῶν εἰρημένων εἰς τὴν τοῦ κόσμου δη- 25 μιουργίαν βλέποντα. ταῦτα μὲν περὶ τῆς τετράδος αὐτῆς εἰρήσθω. τίνες δὲ αἱ τέτταρες ἰδέαι μετὰ ταῦτα λέγομεν καὶ ποίων εἰσὶν ὑποστατικαὶ πραγμάτων· ἄλλοι γὰρ ἄλλως δοξάζουσιν· οἱ μὲν εἰς θεοὺς καὶ τὰ θνητὰ γένη τὴν πρόοδον γίγνεσθαι λέγοντες τῆς λέξεως καταδραττόμενοι μάλιστα 30 τῆς τοῦ Πλάτωνος, οἱ δὲ εἰς θεοὺς καὶ τὰ χρεῖτονα ἡμῶν γένη πρὸς τὰ πράγματα ἀποβλέποντες, διότι προὔφεσθηκε ταῦτα πρὸ τῶν θνητῶν καὶ δεῖ τὸν δημιουργὸν μὴ ἀμέσως