Ancient Greek
3.123.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.123.1-2
Unproofread scanNot analysed yet
δευτέρων εἶδη πληθύνεται μᾶλλον τῶν πρὸ αὐτῶν, τὰ μὲν νοερὰ τῶν νοητῶν, τὰ δὲ ὑπερκόσμια τῶν νοερῶν, τὰ δὲ ἐγκόσμια τῶν ὑπερκοσμίων. ταῦτα γοῦν ἐστὶ τὰ εἰς τὸν ἔσχατον ἀφικόμενα μερισμόν, ὥσπερ τὰ νοητὰ τὴν ἀκροτάτην ἕνωσιν καταδεξάμενα· πᾶσα γὰρ πρόοδος ἐλαττοῖ μὲν τὴν δύναμιν, αὐξεῖ δὲ τὸ πλῆθος. εἰ μὲν οὖν περὶ νοερᾶς τινος τάξεως ἐποιεῖτο τὸν λόγον ὁ Τίμαιος, ἄλλον ἂν εἴπεν ἀριθμόν, οἷον ἑβδομαδικὸν ἢ δεκαδικόν. ἐπειδή δὲ περὶ τῆς νοητῆς αἰτίας τῶν ἰδεῶν τῆς περιεχούσης πάντα ὅσα νοητὰ ζῷα, τέτταρας εἶναι φησι τὰς πρώτας ἰδέας· ἐκεῖ γὰρ ἡ τετράς, ἀπὸ τῆς μονάδος προελθοῦσα τῆς νοητῆς καὶ πληροῦσα τὴν δεκάδα τὴν δημιουργικήν· πρόεισι γὰρ ὁ θεῖος ἀριθμός, ὡς φησιν ὁ Πυθαγόρειος εἰς αὐτὸν ὕμνος,