Ancient Greek
3.125.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.125.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 39E 40A] κόσμον προεληλυθότων· καὶ γὰρ ἐνταῦθα μὲν μετὰ τὸ ἀέριον τάττει τὸ ἐνύδριον καὶ μετὰ τοῦτο τὸ πεζόν, ἐν δὲ τῇ γενέσει τῶν θνητῶν ζώων [91s] οὐκέτι ταύτην φυλάττει τὴν τάξιν, ἀλλὰ διὰ τῆς ψυχῆς πάντα γεννῶν τῆς ἀνθρωπίνης μετὰ τὴν ἐν οὐρανῷ πολιτείαν αὐτῆς εἰς τὸ πεζὸν ἄγει γένος, ἵνα ἄνθρωπον ἀποτελέσῃ, καὶ μετὰ τοῦτο ἁμαρτοῦσαν εἰς τὸ πτηνὸν καὶ εἰς τὸ πεζὸν αὖθις καὶ ἄγριον γένος, εἴτ’ εἰς τὸ ἐνυδρον· ὥστ’ ἔοικεν οὐ μόνον εἶναι τὰ τρία F γένη τούτων αἰτία τῶν θνητῶν, ἀλλὰ πρὸ τούτων ἄλλων, ἐν οἷς ἡ τάξις σῴζεται τῶν τριῶν ἰδεῶν ἡ αὐτή, δι’ ὑφέσεως τῶν δευτέρων ἀπὸ τῶν πρὸ αὐτῶν προιόντων. ἀνάγκη ἄρα πάντα διὰ τούτων ἀπογεννᾶσθαι τῶν ἰδεῶν τὰ τε θεῖα γένη καὶ τὰ θνητά, καὶ τὰς νοητὰς ἰδέας ἅτε ὁλιγωτάτας οὖσας πάντων ὑποστατικὰς εἶναι τῶν γενῶν. Καὶ δεῖ καὶ τὰ προκείμενα ὅματα καθ’ ἑκάστην τάξιν οἰκείως θεωρεῖν, οἷον τὸ τῶν θεῶν γένος ἄλλως μὲν ἐπὶ τῶν ἰδίως καλουμένων θεῶν, ἄλλως δὲ ἐπὶ τῶν κρειττόνων ἡμῶν γενῶν 270 τῶν ἐν οὐρανῷ τεταγμένων· καὶ γὰρ ἀγγέλους καὶ δαίμονας καὶ ἡρώας οὐρανίους εἶναι φάμεν καὶ θεοὺς πάντας τούτους ἀποκαλεῖσθαι, διότι τὸ θεῖον ἴδιωμα κρατεῖ τῆς ἰδίας αὐτῶν ἰδιότητος, καὶ εἰσιν ἐκεῖ δαίμονες τὸ ὅλον τοῦτο θεοὶ δαίμονες καὶ ἄγγελοι καὶ ἡρωες ὁμοίως. πάλιν τὸ πτηνὸν καὶ ἀεροφόρον ἄλλως μὲν ἐπὶ τῶν ἀερίων θεῶν, ἄλλως δὲ ἐπὶ τῶν δαιμόνων, ἄλλως δὲ ἐπὶ τῶν θνητῶν· τὸ μὲν γὰρ νοερὸν τῶν θεῶν πτηνὸν ἐπονομάζεται, τὸ δὲ προνοητικὸν ἀεροφόρον, ὡς διατεῖνον διὰ πάσης τῆς τοῦ ἀέρος σφαῖρας καὶ συνεχὸν πᾶσαν αὐτήν. ἐπὶ δὲ τῶν δαιμόνων τὸ μὲν πτηνὸν τῆς ὀξυτάτης ἐστὶν ἐνεργείας σύμβολον, τὸ δὲ ἀεροφόρον δηλοῖ τὸ ἀκωλύτως πανταχοῦ παρὸν καὶ διὰ πάντων προϊόν. ἐν δὲ τοῖς θνητοῖς τὸ μὲν πτηνὸν τὴν δι’ ἑνὸς ὀργάνου κίνησιν δηλοῖ τῶν πτέρυξι χρωμένων μόνον,