Ancient Greek
3.127.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.127.3
Unproofread scanNot analysed yet
1 γένος —3 ὑφεμένην om D 11 ἂν om D 16 μόνον τῇ τοῦ οὐρανοῦ περιφορᾷ, πυροειδές. εἰ δὲ ταῦτα, δεῖ πάντως ἀπαιτεῖν αὐτόν, ποῦ τὸ ὡς ἀληθῶς καὶ τὸ ὅλον πῦρ· οὔτε γὰρ τὸ ἐνταῦθα (οὐ γάρ ἐστιν ὅλον) οὔτε ἐκεῖνο· (οὐ γάρ ἐστι πυροειδὲς ὅν ὡς ἀληθῶς πῦρ)· ἀναγκασιῆσεται γὰρ ἐν οὐρανῷ τίθεσθαι τὸ ὄντως πῦρ, φῶς ὂν καθαρὸν. οὐχ ἂν δὲ θαυμάσαις, εἰ καὶ τὸ λεπτομερέστατον πῦρ καὶ καθαρώτατον ἐν τοῖς ἄκροισ εἴη τοῦ ἀέρος, ὥσπερ ἐν τοῖς τῆς γῆς κόλποις τὸ παχύτατον καὶ θολερώτατον, οὐχ ὡς ὁλότητα ποιοῦν ἕτεραν τοῦ ὅλου ἀέρος, ἀλλ’ ὡς ἐμφερόμενον τοῖς πόροις αὐτοῦ στενωτάτοις οὕσι λεπτομερέστατον ὂν. διὰ καὶ οὐχ ὁρᾶται διὰ δύο αἰτίας, τῷ τε μὴ ἄθροον εἶναι καὶ τῷ σμικρομερέστατον ὑπάρχον μὴ ἀντερεῖδειν ταῖς ὄψεσιν ἡμῶν, ὥσπερ καὶ τὸ τῶν ὄψεων φῶς. τὸ δ’ οὖν ὄντως πῦρ ἐν οὐρανῷ ἐστι, τοῦ δὲ ὑπὸ σελήνην τὸ μὲν καθαρώτατον ἐν τῷ προσεχεῖ τοῖς οὐρανίοις ἀέρι, ὅν αἰθέρα καλέσει [58D] προῖών, τὸ δὲ παχύτατον ἐν τοῖς κοιλοῖς περιέχεται τῆς γῆς. ἐπειδὴ τοίνυν εἴρηται περὶ τῶν τεττάρων γενῶν ὁ κοινὸς λόγος, ἴδωμεν, ὅπως καὶ ἕκαστον αὐτῶν συνίστησιν ἐν τῷ ἐφεξῆς.