Ancient Greek
3.129.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.129.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40 A] ἀπὸ πάντων τῶν στοιχείων, τοῦ δὲ πυρὸς πλείστου μετείληχεν, ἢ ὅτι πᾶν μὲν τὸ οὐράνιον γένος ἐκ πάντων ἐστί, τὸ δὲ πλεῖστον αὐτοῦ πυρίδιόν ἐστι· δυνατόν γὰρ ἑκατέρως λέγειν, οἷον εἰ λέγομεν· πάντα μὲν ἐκ πάντων τῶν γενῶν τοῦ ὄντος, τὰ δὲ νοητὰ πλείστην ἔχει τὴν ταυτότητα. ἀλλ’ ἄρα μὴ οὕτως, ὥσπερ ὁ τῶν πραγμάτων θεατὴς ὤντως ἐξηγήσατο τὴν πλείστην ἰδέαν τοῦ πυρός, ἀντὶ τοῦ πέμπτου σώματος τὸ πῦρ ἀκουστέον πλείστην ἰδέαν ἔχον, ὡς πολλοὺς λόγους ὑποδεξάμενον, ὧν ἐστὶ πλήρες ἕκαστον τῶν θείων σωμάτων; ἢ κατὰ τούτων μὲν οὐδένα τῶν τρόπων, ὡς δὲ ἐνιοὶ λέγουσιν, ὅτι τὰ θεῖα ζῷα συνέστηκε μὲν ἐκ πυρός, ἀλλὰ διαστατὴν ἔχει καὶ πεπληθυσμένην τὴν οὐσίαν (ἑνοεῖδές γὰρ τὸ νοητόν, πλεῖστον δὲ τὸ σωματικὸν ὡς μεριστόν, ὡς διαστατόν, ὡς ὄγκον ἔχον), ἢ, ὅπερ ἐστὶ πάντων ἀληθέστατον, εἰς πάσας ἀποβλέψομεν τὰς ἐπιβολὰς καὶ μίαν ἀπὸ πασῶν ἀλήθειαν θεωρήσομεν; καὶ γὰρ πάντα ἐν οὐρανῷ τὰ στοιχεῖα θήσομεν, ἀλλ’ ἀύτως ὡς ἐν ὕλαισι καὶ κατ’ αὐτὰς μόνον τὰς ἀκρότητας αὐτῶν· εἰ γὰρ καὶ ἐν τοῖς νοητοῖς ἐστὶν εἶδος πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς, δεῖ τὸν οὐρανὸν τῆς τετράδος ταύτης πρῶτον μετασχεῖν. προῦοῦσα δὴ ἡ δημιουργία καὶ τὴν ἐσχάτην ὁρίστησι τῶν στοιχείων φύσιν τὴν ὄντως οὖσαν ὕλαιαν, καὶ τὴν πλείστην ἰδέαν τοῖς ἄστροις ἐκ πυρὸς εἶναι δώσομεν· εἰ γὰρ καὶ πάντα ἐστὶν ἐν αὐτοῖς, ἀλλὰ ἐπικρατεῖ τὸ πῦρ, διότι καὶ ἐν τοῖς τῆς γενέσεως στοιχείοις εἴδους ἐπέχει λόγον τὸ πῦρ πρὸς τὰ ἄλλα στοιχεῖα. δεῖ οὖν ἐν τοῖς θεοῖς πλεῖστον μὲν εἶναι τὸ πύριον, ἵνα τὸ εἶδος ἐπικρατῇ τῆς ὑποκειμένης οὐσίας, ἐλάχιστον δὲ ἐκ τῶν ἄλλων, ὡς ὑποκειμένου τάξιν ἔχον. ἐστὶν οὖν ἐκεῖ καὶ τὸ γήινον ὡς στερεά τις οὐσία καὶ ἄπτος ὄγκος, διὸ καὶ ἀντερεῖδει τοῖς ὅμασιν ἡμῶν, καὶ τὸ πύριον ὡς φωτιστικὸν καὶ εἰδοποιὸν τοῦ ὄγκου καὶ τῆς διαστάσεως. ἐστὶ δὲ καὶ τὰ μέσα τούτων ὡς συνεκτικὰ τῶν