Ancient Greek
3.131.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.131.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40A] μὴ ἐν οἰκείοις ὄντων εἶναι τόποις τὸν οἰκεῖον καταλαβεῖν ἐφισμένων. ὥστε καὶ τῶν ἄλλων ἕκαστον ἐν τῷ οἰκείῳ τόπῳ ὅν ἢ μένει ἄν ἢ κυκλίζοιτο, κἂν ἢ πῦριον καὶ ἀνωφερές, ἐν ἄλλοτριῷ τόπῳ πάντως ἐστί. καὶ οὐκ ἀπιστητέον τοῖς θεολόγοις καὶ ἐν οὐρανῷ τὴν ἐμπύριον οὐσίαν τιθεμένοις· πολλὰ γὰρ εἴδη πυρός. ἐπεὶ καὶ τὸ μὲν λέγειν ἀπλῶς, ὅτι πέμπτον ἐστὶ σῶμα τὸ οὐράνιον, οὐδὲν ἐστὶ περὶ αὐτοῦ διασαφεῖν πλὴν ὅτι τῶνδε τῶν στοιχείων ἕτερον, ὁ δὲ γε Πλάτων καὶ τὴν φύσιν αὐτοῦ πᾶσαν ἀνεπτύχσεν, ἀπολειπὼν καὶ ἐν ἐκείνοις τὰς τῶν στοιχείων ἀκρότητας. τὸν οὖν συλλογισμὸν ἐλεγκτέον τῶν οἰομένων ἐλέγχειν τὸν Πλάτωνος λόγον περὶ τῶν ἄστρων ὡς τὴν πλεῖστην ἐκ πυρὸς ἔχοντων, οὐ συγχωροῦσι τῇ ἑτέρᾳ προτάσει τῇ λεγούσῃ τὸ πῦρ ἀνωφερές· οὐ γὰρ δεῖ χαρακτηρίζειν αὐτοῦ τὴν φύσιν ἐκ τοῦ παρὰ φύσιν ἔχοντος καὶ ἐπὶ τὸ κατὰ φύσιν ἰόντος, ἀλλ’ ἐκ τοῦ κατὰ φύσιν ἔχοντος· τοιούτον δὲ τὸ ἢ μένον ἢ κυκλιζόμενον.