Ancient Greek
3.136.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.136.1
Unproofread scanNot analysed yet
120 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40 AB] πῶς τῆς αὐτῆς οὐσίας ἔσται τῷ ὅλῳ οὐρανῷ μὴ ὃν κυκλοφορητικὸν κατὰ δή τινα κίνησιν ἰδίαν; πῶς δὲ μιμήσεται τὸ πᾶν ἄλλως ἢ περὶ τὸ ἑαυτοῦ κέντρον φερόμενον; ἀνάγκη ἄρα καὶ τὰ ἄστρα διττὰς κινεῖσθαι κινήσεις, τὴν μὲν καθ’ αὐτὰ περὶ τὸ ἑαυτῶν κέντρον, τὴν δὲ μετὰ τῆς ἑαυτῶν ὅλῳ- B τητος. τίνες οὖν αὗται αἱ δύο κινήσεις; ἄλλοι γὰρ ἄλλας λέγουσιν, οἱ μὲν σωματικὰς ἀμφοτέρας, οἱ δὲ τὴν μὲν ψυχικὴν, τὴν δὲ σωματικήν. κάλλιον δὲ καὶ τὴν ψυχικὴν κίνησιν καὶ τὴν σωματικὴν διττὴν ποιεῖν· καὶ γὰρ ἡ ψυχὴ τῶν θείων τούτων ζῴων οἰκεῖαν ἔχει ζωήν καὶ δι’ οἰκείας ἐνεργείας συνήπται τοῖς νοητοῖς καὶ ἐπὶ τῇ ὅλῃ συμπεριάγεται ψυχή, διότι δὴ ἐπὶ τῶν θείων τὰ οἷον μέρη καὶ τὰς ἐνυτῶν ἐνεργείας ἐνεργεῖ καὶ μετὰ τῶν ὅλων. ἡ τε οὖν ψυχὴ κινεῖται διχῶς καὶ τὸ σῶμα περὶ τε τὸ ἑαυτοῦ κέντρον περιάγεται μιμούμενον τὴν ἰδίαν ἐνέργειαν τῆς ἑαυτοῦ ψυχῆς καὶ τὸν ἑαυτοῦ νοῦν καὶ τὴν εἰς τὸ πρόσθεν φέρεται φοράν τῆς ἀπλανούς, μιμούμενον τὴν τῆς ψυχῆς πρὸς τὴν ὁλότητα τὴν ἑαυτῆς συνεργίαν καὶ τοῦ ἐν αὐτῇ νοῦ τὴν εἰς τὸν ὅλον ἐνίδρυσιν. ἐπ’ ἀμφοτέρων ἄρα τὸ διπλοῦν τῆς κινήσεως ληπτέον, τῆς τε ψυχῆς τῆς ἀστρώδους καὶ τοῦ σώματος· καὶ γὰρ ἡ ψυχὴ μάλιστα τὰ αὐτὰ φρονεῖ περὶ τῶν αὐτῶν καὶ ἀεὶ ὁσαύτως νοεῖ καὶ εἰς τὸ πρόσθεν κινεῖται τῇ ὁλότητι τῇ ἑαυτῆς ἐπομένη, διότι θειοτέρας μεταλαγχά- C νουσα δυνάμεως ἐπ’ αὐτὴν ἀνατρέχει τὴν ἀκρότητα τῶν νοητῶν, ἣν εἴποι τις ἂν ἡγουμένων τάξιν ἔχειν καὶ ἔμπροσθεν εἶναι τῆς ψυχῆς ὡς νοουμένην τε καὶ ὁρωμένην ὑπ’ αὐτῆς, οὕτω καὶ τοῦ Σωκράτους ἐν Πολιτείᾳ [X 614 C] διελόντος ἐπὶ σημείων τῶν περιαιπομένων ταῖς ψυχαῖς ἔμπροσθεν καὶ ὀπίσθεν, ὡς σημαίνοντα τὸ ἐπὶ νοῦν καὶ ἐπὶ φύσιν στέλλεσθαι τὰς ψυχάς. τὸ δὲ σῶμα κινεῖται μὲν ἐπὶ τὰ ἡγούμενα μετὰ τῆς ὅλης περιφοράς, ἔχει δὲ καὶ ἰδίαν κίνησιν αὐτὴν ἀφ’ ἑαυτῆς ὁρωμένην καὶ φέρουσαν ἴνδαλμα τῆς διανοητικῆς ἐνεργείας καὶ τῆς νοερᾶς καὶ διαιωνίου