Ancient Greek
3.136.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.136.1-2
Unproofread scanNot analysed yet
πῶς τῆς αὐτῆς οὐσίας ἔσται τῷ ὅλῳ οὐρανῷ μὴ ὄν κυκλο-φορητικὸν κατὰ δή τινα κίνησιν ἰδίαν; πῶς δὲ μιμήσεται τὸ πᾶν ἄλλως ἢ περὶ τὸ ἑαυτοῦ κέντρον φερόμενον; ἀνάγκη ἄρα καὶ τὰ ἄστρα διττὰς κινεῖσθαι κινήσεις, τὴν μὲν καθ’ αὐτὰ περὶ τὸ ἑαυτῶν κέντρον, τὴν δὲ μετὰ τῆς ἑαυτῶν ὁλό-B τητος. τίνες οὖν αὗται αἱ δύο κινήσεις; ἄλλοι γὰρ ἄλλας λέγουσιν, οἱ μὲν σωματικὰς ἀμφοτέρας, οἱ δὲ τὴν μὲν ψυχι-κὴν, τὴν δὲ σωματικήν. κάλλιον δὲ καὶ τὴν ψυχικὴν κίνη-σιν καὶ τὴν σωματικὴν διττὴν ποιεῖν· καὶ γὰρ ἡ ψυχὴ τῶν θείων τούτων ζῴων οἰκεῖαν ἔχει ζωὴν καὶ δι’ οἰκείας ἐνερ-γείας συνῆπται τοῖς νοητοῖς καὶ ἔτι τῇ ὅλῃ συμπεριάγεται ψυχή, διότι δὴ ἐπὶ τῶν θείων τὰ οἷον μέρη καὶ τὰς ἑαυ-τῶν ἐνεργείας ἐνεργεῖ καὶ μετὰ τῶν ὅλων. ἡ τε οὖν ψυχὴ κινεῖται διχῶς καὶ τὸ σῶμα περὶ τε τὸ ἑαυτοῦ κέντρον περιάγεται μιμούμενον τὴν ἰδίαν ἐνέργειαν τῆς ἑαυτοῦ ψυ-χῆς καὶ τὸν ἑαυτοῦ νοῦν καὶ τὴν εἰς τὸ πρόσθεν φέρεται φορὰν τῆς ἀπλανοῦς, μιμούμενον τὴν τῆς ψυχῆς πρὸς τὴν ὁλότητα τὴν ἑαυτῆς συνεργίαν καὶ τοῦ ἐν αὐτῇ νοῦ τὴν εἰς τὸν ὅλον ἐνίδρυσιν. ἐπ’ ἀμφοτέρων ἄρα τὸ διπλοῦν τῆς κινήσεως ληπτέον, τῆς τε ψυχῆς τῆς ἀστροφόρας καὶ τοῦ σώ-ματος· καὶ γὰρ ἡ ψυχὴ μάλιστα τὰ αὐτὰ φρονεῖ περὶ τῶν αὐτῶν καὶ ἀεὶ ὡσαύτως νοεῖ καὶ εἰς τὸ πρόσθεν κινεῖται τῇ ὁλότητι τῇ ἑαυτῆς ἐπομένη, διότι θειοτέρας μεταλαγχά-C νουσα δυνάμεως ἐπ’ αὐτὴν ἀνατρέχει τὴν ἀκρότητα τῶν νοητῶν, ἣν εἴποι τις ἂν ἡγουμένων τάξιν ἔχειν καὶ ἔμπρο-σθεν εἶναι τῆς ψυχῆς ὡς νοουμένην τε καὶ ὁρωμένην ὑπ’ αὐτῆς, οὕτω καὶ τοῦ Σωκράτους ἐν Πολιτείᾳ [X 614 C] διελόντος ἐπὶ τῶν σημείων τῶν περιαιπομένων ταῖς ψυχαῖς ἔμπροσθεν καὶ ὀπίσθεν, ὡς σημαίνοντα τὸ ἐπὶ νοῦν καὶ ἐπὶ φύσιν στέλλεσθαι τὰς ψυχάς. τὸ δὲ σῶμα κινεῖται μὲν ἐπὶ τὰ ἡγούμενα μετὰ τῆς ὅλης περιφορᾶς, ἔχει δὲ καὶ ἰδίαν κίνησιν αὐτὴν ἀφ’ ἑαυτῆς ὁρμωμένην καὶ φέρουσαν ὑνδάλμα τῆς διανοητικῆς ἐνεργείας καὶ τῆς νοερᾶς καὶ διαιωνίου