Ancient Greek
3.138.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.138.1-2
Unproofread scanNot analysed yet
μάτων κατίδωμεν· μονοειδὴς μὲν γὰρ ἐστὶ κίνησις ἡ τοῦ παντός, δυοειδὴς δὲ ἡ τῶν ἀπλανῶν, πολυειδὴς δὲ καὶ ἄοριστος ἡ τῶν ὑπὸ σελήνην, ἐπεὶ καὶ τῶν πλανωμένων ἐκάστη μονοειδῆ κινεῖται κίνησιν, ἀλλ’ ἡ σύμμιξις τῶν πολλῶν περιόδων, τῆς τε οἰκείας ἐκάστης καὶ τῆς μετὰ τοῦ ἀπλανοῦς, ποικίλην ἀπεργάζεται τὴν φορὰν· δεῖ γὰρ ἐν τῷ οὐρανῷ προειληφθαι τῆς ποικιλίας αἰτίαν καὶ τῆς ἐναντιώσεως τὰς ἀρχάς· ἢ πῶς περιέξει τὴν γένεσιν ὁ οὐρανός, πῶς δὲ ποδηγητήσει τὴν μεταβολὴν τῶν ὑπὸ σελήνην στοιχείων μὴ περιέχων ἐν ἑαυτῷ τὴν τῆς ἐναντιώσεως <ἀρχήν>; ἐπειδή δὲ ἄυλος ὡς ἐν αἰσθητοῖς ἐστιν, οὐ μάχεται τὰ ἐναντία ἐν αὐτῷ οὐδὲ στασιάζει πρὸς ἄλληλα, συνυπάρχει δὲ ἀλλήλοις, καὶ τὸ αὐτὸ κινεῖται τὰς διττὰς περιφοράς καὶ οὐ τὴν μὲν καθ’ αὐτό, τὴν δὲ κατὰ συμβεβηκός, εἰ δεῖ τὸ δοκοῦν λέγειν, ἀλλ’ ἀμφοτέρας καθ’ αὐτό· τί γὰρ ἐστὶν ἐκεῖ συμβεβηκὸς ἀπάντων ἄυλων ὄντων καὶ πάντων ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένων; καὶ τὸ σχῆμα οὖν οὐσιώδες ἐκεῖ καὶ ἡ κίνησις. ἐπειδή δ’ οὖν ἄυλός ἐστι (ταύτην λέγω τὴν ὕλην τὴν ἄνέδραστον καὶ νόθον κάλλος κεκτημένην, αἴσχος δὲ οὖσαν αὐτήν), ὁ οὐρανὸς καὶ τὰς ἐναντίας κινήσεις ἅμα συνέιληφεν· ἔξω γὰρ ὄντα τῆς ὕλης ταύτης τῆς οὐδὲν στεγούσης τὰ ἐναντία σύνδρομά ἐστι καὶ ἥνωται ἀλλήλοις, ἐν δὲ τῇ ὕλῃ μάχεται μὴ δυναμένη καταδέξασθαι διὰ τὴν αὐτῆς ἀσθένειαν τὴν ἀμφοτέρων τῶν εἰδῶν παρουσίαν. ταῦτα μὲν οὖν περὶ τῶν κινήσεων εἰρήσθω. Ποίας δὲ πέντε κινήσεις ἀφεῖλε τῶν ἀπλανῶν; <ἢ> πρόδηλον, ὅτι τὴν ἄνω καὶ κάτω καὶ τὴν ἐπὶ τὸ ὀπίσω καὶ τὴν ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά· τῆς μὲν γὰρ ἀπλανοῦς τὰς ἐξ ἤδη πρότερον [34 A] ἀφεῖλε, τοῖς δὲ ἄστροις τὴν εἰς τὸ πρόσθεν δέδωκεν, ἵνα καὶ τὴν τοῦ ὅλου κινηταὶ κίνησιν, τοῖς δὲ πλάνησιν οὐ τὴν εἰς τὸ πρόσθεν μόνην, ἀλλὰ καὶ τὴν εἰς τὰ ἑπόμενα· κατὰ γὰρ