Ancient Greek
3.143.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.143.1-2
Unproofread scanNot analysed yet
ψυχοῦται μόνον· ἔστι γὰρ καὶ ἡ γῆ ζῷον θεῖον, εἴπερ καὶ πρεσβυτάτη θεῶν, καὶ ἐν αὐτῇ τινα ζῶντα ἀπὸ τῆς ὅλης ἐντελεχείας ἔχοντα μόνας, ἀλλὰ ταῦτα ζῷα θεῖα οὐκ ἔστι. καὶ εἴ τι διαμένει ἀεὶ κινούμενον, οὔτε ἀπὸ χρόνου τὴν ψυχὴν ἔσχεν οὔτε ἀφήσει ποτὲ αὐτήν· τὸ γὰρ ἀεὶ τὴν ἐφ’ ἑκάτερα δηλοῖ κατὰ τὸν χρόνον ἀμεταβλησίαν. ταῦτα μὲν περὶ τῶν ἀπλανῶν. Περὶ δὲ τῶν πλανωμένων ὑπομίμνησκει πάλιν, ὅτι ποικίλας ἔχουσι κινήσεις, ἀλλ’ ἐν τάξει καὶ κατὰ μέτρα καὶ ὅρους· ἡ γὰρ ἀπλότης αὐτῶν περιέχει τὸ πλῆθος καὶ ἡ τάξις συνέχει τὴν ποικιλίαν καὶ τὸ μέτρον ὁρίζει τὴν πλάνην. τί οὖν βούλεται νῦν ἡ ὑπόμνησις καὶ τίνα παρέχεται ἡμῖν ἔνδειξιν; ἢ τοῦτο, φασὶ τινες, ἐκεῖνο δηλοῖ τὸ τὰ πλανώμενα, εἰ καὶ πη ὑπερέχει τῶν ἀπλανῶν ἀστρων, καθ’ ὅσον ἡγεμονικὴν ἔλαχε καὶ κοσμοκρατορικὴν ἀξίαν ἐν τῷ παντὶ καὶ, ὡς οἱ θεολόγοι φασίν, ἀξωνικὴν (ἐν ἑκάστῳ γὰρ τῶν κοσμοκρατόρων ἐστὶν ἀξωνικὴ τάξις θεῶν), ὅμως αὐτῶν ἐλασσοῦσθαι κατὰ τὴν ποικιλίαν τῆς κινήσεως καὶ τὰς πλάνας καὶ τὴν παντοίαν κίνησιν. καὶ οὐδὲν γε ἄτοπον ἡμεῖς φήσομεν καὶ αὐτὸ καὶ ὑπερέχειν καὶ ὑπερέχεσθαι τῶν αὐτῶν κατ’ ἄλλας καὶ ἄλλας ἐπιβολάς, ἀλλ’ ἐπιστήσομεν, εἰ τοῦτο ὁ Πλάτων ἐνδεικνύμενος καὶ πρὸ τῶν ἀπλανῶν περὶ τῶν πλανωμένων εἴρηκε τὴν τε τάξιν αὐτῶν καὶ τὴν κίνησιν καὶ τὰς δυνάμεις παραδιδούς καὶ τὰς περιὁδους καὶ τὰς ἀποκαταστάσεις καὶ μετὰ τοὺς ἀπλανεῖς τὸν περὶ αὐτῶν πάλιν ἀνεκάλεισατο λόγον, διότι κατὰ τὴν ποικιλίαν τῆς κινήσεως δεύτερός ἐστιν ὁ περὶ αὐτῶν λόγος τοῦ περὶ ἐκείνων. κοινὸν μὲν τοίνυν ἐστὶ τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων τὸ ζῷα θεῖα εἶναι πάντα· περὶ γὰρ ἀμφοτέρων εἴρηται τοῦτο σαφῶς. ἴδιον δὲ τὸ τὰ μὲν ἐν τῷ αὐτῷ κατὰ τὰ αὐτὰ κινεῖσθαι τὴν ἰδίαν κίνησιν (τοῦτο γὰρ εἶπε περὶ τῶν ἀπλανῶν), τὰ δὲ δι’ οὐρανοῦ πορευόμενα τροπὰς ἔχειν· καὶ γὰρ τοῦτο λέλεκται περὶ τῶν πλανω-