Ancient Greek
3.146.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.146.1-2
Unproofread scanNot analysed yet
τοῦτο μὲν οὖν (λέγω δὴ τὸ τὰ πλανώμενα χρόνου ἕνεκα γεγενέσθαι) διαφερόντως ὑπεμνήσθω διὰ τούτων παρ’ ἡμῶν, ὥσπερ καὶ αὐτὸς ὑπέμνησεν. “Ὅσοι δὲ τὸ ἐκ πυρὸς εἶναι τὸν οὐρανὸν ἀθετοῦσιν ὡς τοῦ πυρὸς ἄνω φέρεσθαι πεφρυκότος, ἤδη μὲν προεἴπομεν, δεῖ δὴ ἄρα πάλιν καὶ πάλιν ὑπομιμνήσκειν αὐτοὺς φιλέριδας ὄντας, ὡς ἀτόπως λέγουσιν· εἰς γὰρ τοῦτο τὸ ἐνταῦθα πῦρ ἀποβλέπουσιν, ὁ παρὰ φύσιν· ἐπεὶ τῷ γε πυρί, κἂν τὸ ὑπὸ σελήνην λάβῃς, οὐ τὸ ἄνω κινεῖσθαι κατὰ φύσιν, ἀλλὰ τὸ μένειν ἐν τῇ αὐτοῦ χώρᾳ, τὸ δὲ ἄνω κινεῖσθαι ἄγει μὲν εἰς τὸ κατὰ φύσιν, αὐτὸ δὲ οὐ κατὰ φύσιν· οὔδὲ γὰρ σώματι τὸ ὑγιαίνειν κατὰ φύσιν, ἀλλὰ τὸ ὑγιαίνειν, νενωσκηκότι δὲ τὸ ὑγιαίνειν μόνον κατὰ φύσιν, ὥστε καὶ πυρὶ τῷ μὴ τελείως πυρὶ τὸ ἄνω φέρεσθαι κατὰ φύσιν, τῷ δὲ κατ’ ἐνέργειαν πυρὶ τὸ μένειν ἐν τῷ ἄνω κατὰ φύσιν, ἐν ᾧ μένον, εἰ κινοῖτο, μίαν ἔξει μόνην τὴν κύκλῳ κίνησιν. εἰ δὲ ὅτι καὶ τοῦτον τὸ ἄκρον ἐν τοῖς τῆδε φέρεται κύκλῳ μετὰ τοῦ αἰθέρος, ὡς φησιν Ἀριστοτέλης, ἀληθές, ἔτι μείζονως ἀποδείκνυται κυκλοφορητικὸν ὄν· εἰ γὰρ καὶ τοῦτο κύκλῳ φέρεται καθ’ ὅσον δύναται ἀεί, κατὰ φύσιν κινεῖται· τὸ γὰρ παρὰ φύσιν οὐκ ἀίδιον· τοιοῦτον δὲ πᾶν τὸ βίαιον. εἰ δὴ καὶ ὑπὸ σελήνην ἐστὶ πῦρ τοιοῦτον, τί περὶ τῶν οὐρανίων ἀμφισβητοῦσι τὴν ἐπὶ τὸ ἄνω κίνησιν τοῦ πυρὸς ἄνω καὶ κάτω διαθρολοῦντες; ταῦτα μὲν οὖν, ὡς ἔφην, εἴρηται πον καὶ ἐμπροσθεν. ζητήσαντος δὲ τοῦ Ἀριστοτέλους, δι’ ἣν αἰτίαν ἡ μὲν ἀπλανὴς πολλὰ περιελήφεν ἄστρα μία οὖσα, αἱ δὲ πλανώμεναι πολλαὶ οὖσαι ἐν ἑκάστη, τὰ μὲν ἐκείνῳ ἀρέσαστα λαμβάνειν ἀπὸ τῶν ἐκείνου δυνατὸν, ἡμεῖς δὲ καὶ ἤδη τι περὶ τούτου προεἴπομεν [p. 122, 25 ss] καὶ νῦν ἐπόμενα τοῖς ἐμπροσθεν γράφοντες φήσομεν καὶ τῶν