Ancient Greek
3.15.5
Proclus Phil., In Platonis Timaeum Commentaria 3.15.5
Unproofread scanNot analysed yet
Ὁ μὲν εἷς καὶ ὅλα δημιουργῶν ἀθρόως κατὰ ταὐτὸν ἀπογεννᾷ τε καὶ ἐπιστρέφει καὶ τελειοῖ καὶ ἀφομοιοῖ τοῖς παραδείγμασι τὰ ἑαυτοῦ δημιουργήματα, εἴτε μιᾶς καὶ τῆς αὐτῆς οὐσίας <τῆς> γεννητικῆς τε καὶ ἀνακλητικῆς καὶ τελεσιουργοῦ καὶ ἀφομοιωτικῆς δυνάμεως, καθά τισιν ἥρεσε τῶν πρεσβυτέρων, εἴτε καὶ διαφόρων, καθάπερ ἑτέροις δοκεῖ τισιν· οὐ γὰρ πολὺ τὸ μέσον τῆς τῶν ἀνδρῶν τούτων ὧσανεὶ διαστάσεώς τε καὶ ἀντιθέσεως, ἔστ’ ἂν μήθ’ οἱ ἐνίζοντες ἀνέμφατον τοῦ πλήθους τὸ ἓν εἶναι βούλωνται μήθ’ οἱ διαιροῦντες ἀσύντακτον τὸν ἀριθμὸν τῶν δυνάμεων καὶ ἀπηρτημένον ἀνέχονται λέγειν, περιέχεσθαι δὲ τῇ οἰκείᾳ μονάδι καὶ παρ’ αὐτῆς ἐνοῦσθαι καὶ διακρατεῖσθαι καὶ θέλῃσι καὶ ἀποφαίνωνται, ὡς συμβαίνειν τοὺς μὲν μονάδα τετραδικὴν εἶναι λέγειν ταυτασί τὰς δυνάμεις, τοὺς δὲ τετράδα πάλιν ἡνωμένην ἢ εἰ τῷ φίλον καλεῖν μοναδιζομένην. D