Ancient Greek
3.150.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.150.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40BC] κόσμον τὴν μέσην τάξιν ἔχον καὶ ἐκ μέσου πανταχόσε διατεῖνον, ὅ καὶ δύναμὶς ἐστὶ τῆς σφαῖρας ἀνὰ λόγον τοῖς πόλοις τεταγμένον, ἄλλο τὸ φυσικόν, ὅ ἡ φύσις ἐνίδρυσε τῷ μέσῳ, περὶ ὁ κύκλῳ κινεῖται πάντα τὰ ἄστρα καὶ εἰς ὁ καταπέμπει τὰς ἑαυτῶν ἐνεργείας, ὅ δὴ καὶ τὴν γῆν εἶναι φαμεν. ὥστε ἐπεὶ περὶ τῆς κυκλοφορίας διελέχθη τῶν οὐρανίων, εἰκότως καὶ τὸν περὶ γῆς λόγον συνῆψε τοῖς εἰρημένοις. ἔτι δὲ καὶ κατ’ ἄλλον τρόπον ἢ τῆς γῆς φύσις πρὸς τὴν οὐράνιον τάξιν μητρὸς ἔπεχει λόγον· ὅσα γὰρ ὁ οὐρανὸς ποιήσει πατρικῶς, ταῦτα ἡ γῆ μητρικῶς· καὶ γὰρ 10 τὰ μετέωρα πάντα, δι’ ὧν ὁ κύκλος ἐπιτελεῖται τῆς γενέσεως, ὡς μὲν ἀπὸ πατρὸς ὑφίσταται τοῦ οὐρανοῦ, κυβερνῶντος ἄνωθεν τὴν ἕνυλον πᾶσαν καὶ φερομένην οὐσίαν, ὡς δὲ ἀπὸ μητρὸς τῆς γῆς· αὕτη γὰρ παρέχει τὴν ὕλην ταῖς ἀναθυμιάσεσιν ἀπὸ τῶν εἰς αὐτὴν συνερρυθμότων καὶ 15 ἑαυτῆς, ὥσπερ τὸ εἶδος καὶ τὴν μορφὴν ὁ οὐρανός. καὶ E διὰ ταύτην ἄρα τὴν αἰτίαν εἰκότως τῷ περὶ τοῦ οὐρανοῦ λόγῳ συνέταξε τὸν περὶ γῆς, εἰς αὐτὴν τὴν τῶν πραγμάτων ἀποβλέπων φύσιν, καὶ τὴν συμφωνίαν αὐτῶν καὶ κοινωνίαν καὶ τὴν ἐν ἀρχαῖς ὁμοφυΐ ὁύσενξιν θεορῶν. καὶ μὴν καὶ 20 τὴν τῆς ἀναλογίας δύναμιν ἔχων κατάδηλον αὐτὸς ἐποίησε διὰ τῆς τάξεως, τὸν περὶ τῶν πλανήτων λόγον καὶ πρῶτον καὶ μέσον παραλαβὼν καὶ τὸν περὶ γῆς λόγον πρὸ τῶν ἄλλων δαιμόνων τῶν ὑπὸ σελήνην παραδούς· οὕτω γὰρ τὰ μὲν ἄκρα καὶ πρῶτα καὶ μέσα γίνεται, τὰ δὲ μέσα πάλιν 25 εἰς τὴν τῶν αὐτῶν ἄκρων μεθίσταται τάξιν· τοῦτο δὲ πέφυκεν ἀναλογία κάλλιστα ἀποτελεῖν [31C]. κατὰ πάντας ἄρα τοὺς τρόπους ὁμοφυΐς ἐστιν ἢ περὶ γῆς φυσιολογία τῇ περὶ τοῦ οὐρανοῦ θεωρία. καὶ περὶ μὲν τῆς τάξεως τοσαῦτα. Τίς δὲ ἡ γῆ καὶ πόθεν προέσει καὶ πῶς 30 ἡμετέρα λέγεται τροφός, πῶς δὲ πρεσβυτάτη καὶ πρωτίστη θεῶν; ἐὰν γὰρ ταῦτα κατανοήσωμεν, ἔξομεν ὡς γε πρὸς τὰ παρόντα ἱκανῶς τὴν περὶ αὐτῆς θεωρίαν.