Ancient Greek
3.155.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.155.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40BC] νιον εἶναι τὴν μίαν ταύτην δύναμιν τὴν φρουρητικὴν τῆς ἀνακυκλήσεως τῶν ὅλων. εἰ δὲ καὶ, ὡς φησιν ὁ θεῖος Ἰάμβλιχος, τὸν διὰ παντὸς τεταμένον πόλον ἐπὶ τοῦ οὐρανοῦ θέλομεν ἀκούειν, οὐδὲ οὕτως ἔξω τῆς Πλάτωνος ἀποπλανησόμεθα διανοίας· ὡς γὰρ αὐτὸς ἐν Κρατύλῳ [405 CD] λέγει, τὸν οὐρανὸν πόλον καλοῦσιν οἱ δεῖνοι περὶ ἀστρονομίαν ὡς ἐναρμονίας περιπολοῦντα. λέγουτ’ ἄν οὖν κατὰ ταύτην τὴν ἐπιβολὴν διὰ παντὸς μὲν πόλος τεταμένος δι’ ὅλου ἑαυτοῦ κεκυρτωμένος οὐρανός, ὡς ἀγώνιος ὤν (οὕτω γὰρ τέτταται ἢ τοῦ κύκλου ἐπιφάνεια), περὶ δὲ τοῦτον ἵλλεσθαι ἢ γῆ, οὐ τοπικῶς, ἀλλὰ δι’ ὀρεξιν τῆς πρὸς αὐτὸν ὁμοιότητος συννεῖουσα εἰς τὸ μέσον, ἵν’ ὡς ἐκεῖνος περὶ τὸ κέντρον κινεῖται, οὕτως αὐτὴ συναγχομένη εἰς τὸ κέντρον ὁμοία γένηται τῷ κατ’ οὐσίαν σφαιρικῷ, κατὰ δύναμιν σφαιρωθεῖσα, σφιγγομένη περὶ τὸν οὐρανὸν οὕτως, ὡς τεταμένον ὅλον περὶ αὐτήν. καθ’ ἑκατέραν μὴν τῶν ἐπιβολῶν τὴν αἰτίαν ὁ Πλάτων παραδέδωκε, δι’ ἣν ἐν τῷ μέσῳ συνέχεται ἢ γῆ, διότι δύναμίς ἐστι συνεκτικὴ τῆς γῆς ὁ ἄξων ἢ ὅτι πανταχόθεν ὑπὸ τῆς περιφορᾶς συνέχεται καὶ ἐν τῷ κέντρῳ συνάγεται τοῦ παντός. τίνα οὖν ἢ γῆ παρἔχει τῷ παντὶ χρείαν τοιαύδε οὖσα; τοῦτο ἐφεξῆς ὁ Τίμαιος διασαφεῖ, φύλακα καὶ δημιουργὸν αὐτὴν ἀποκαλῶν νυκτὸς καὶ ἡμέρας. καὶ ὅτι μὲν ποιητικὴ νυκτὸς ἐστι, δῆλον· αὕτη γὰρ ἀποτελεῖ τὸν κῶνον, ἐπειδή σκιὰ αὐτῆς ἐστιν ὁ κῶνος καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα αὐτῆς δίδωσι τοσονδὶ καὶ τοιονδὶ σχῆμα τῇ σκιᾷ. πῶς δὲ καὶ τῆς ἡμέρας δημιουργός; ἢ καὶ ταύτην τὴν ἡμέραν τῇ νυκτὶ συνεξευγμένην ἀποτελεῖ· πρὸς γὰρ αὐτὴν αἱ τε ἀνατολαὶ θεωροῦνται καὶ αἱ δύσεις. ὅτι δὲ ταύτην τὴν ἡμέραν παρέλαβε τὴν ἀντιπεριαγομένην τῇ νυκτὶ, δεδήλωκεν ὑποτάξας αὐτὴν τῇ νυκτὶ, καθάπερ καὶ πρότερον ἐν οἷς ἔλεγε [39B]· νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτως. ἐστιν οὖν ἀμφοῖν δημι-