Ancient Greek
3.156.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.156.4
Unproofread scanNot analysed yet
28 possis κριτικαὶ <καὶ καθαρτικαὶ> λοιπὸν δέ ἐστι θεωρῆσαι, πῶς πρεσβυτάτη θεῶν ἡ γῆ καὶ πρωτίστη λέγεται τῶν ἐντὸς οὐρανοῦ· τοῦτο γὰρ ἀπλῶς εἰρῆσθαι φανήσεται τοῖς πρὸς τὸ ἔνυλον αὐτῆς καὶ παχὺ καὶ σκοτεινὸν ἀποβλέπειν εἰθισμένοις. ἡμεῖς δὲ ὅτι μέν ἐστί τι καὶ τοιοῦτον ἐν τῷ ὄγκῳ τῆς γῆς, οἷον ἐκεῖνοι λέγουσι, συγχωρήσομεν, ἀξιώσομεν δὲ αὐτοὺς καὶ τὰ ἄλλα τῆς γῆς ὁρᾶν ἀγαθά, δι’ ὧν πλεονεκτεῖ τὰ λοιπὰ στοιχεῖα, τὸ μόνιμον, τὸ γεννητικόν, τὴν πρὸς τὸν οὐρανὸν συμφωνίαν, τὴν ἐν τῷ κέντρῳ τοῦ παντὸς θέσιν· μεγάλην γὰρ ἔχει τὸ κέντρον ἐν τῷ παντὶ δύναμιν, ὡς συνεκτικὸν ἀπάσης τῆς περιφορᾶς. διὸ καὶ οἱ Πυθαγόρειοι Ζανὸς πύργον ἐκάλουν τὸ κέντρον, ὡς δημιουργικῆς φρουρᾶς ἐν ἐκείνῳ τεταγμένης. ὑπομνήσομεν δὲ τοὺς ἀντιλέγοντας καὶ τῶν Πλατωνικῶν ὑποθέσεων περὶ γῆς καὶ τῶν ἔργων αὐτῆς, ὡς φησιν ὁ ἐν Φαίδωνι [110E 111B] Σωκράτης. τοῦτο μὲν οὖν, ὁ ἡμεῖς οἰκοῦμεν, κοῖλόν ἐστι καὶ σκοτεινὸν καὶ ὑπὸ ἄλμης κατεδηδεσμένον, ἄλλη δέ ἐστιν ἡ ἀληθινὴ γῆ, θεῶν ὑποδοχὰς ἔχουσα καὶ ἄλση καὶ κάλλος τῷ οὐρανῷ προσοεικός. οὐ χρὴ οὖν θαυμάζειν, εἰ καὶ νῦν πρεσβυτάτη λέγοιτο θεῶν ἡ γῆ καὶ πρωτίστη τῶν ἐντὸς οὐρανοῦ, τηλικούτων μὲν ὕψος ἔχουσα, τοιοῦτον δὲ κάλλος, ἐοικυῖα δὲ ταῖς δωδεκασκύτοις σφαίραις [Phaed. 110B], ὥσπερ ὁ οὐρανὸς τῷ δωδεκάεδρῳ παρὰ τοῦ δημιουργοῦ διεξωγράφηται, καθὰ καὶ αὐτὸς ἔρει προϊών [55C]. ἐννοήσωμεν δὲ καὶ ὅτι μόνη τῶν στοιχείων τῇ γῇ δέδωκε πάντα στοιχεῖα διακεκριμένως ἔχειν, κόσμον αὐτὴν ὅλον ἀποτελῶν ἀνὰ λόγον τῷ οὐρανῷ πεποιηλμένον· ἐστὶ γὰρ ἐν αὐτῇ καὶ πυρὸς ποταμὸς καὶ ἄερος καὶ ὕδατος καὶ γῆς ἄλλης λόγον ἔχούσης πρὸς αὐτήν, ὅν ἂν αὐτὴ πρὸς τὸ πᾶν, ὡς φησιν ὁ ἐν Φαίδωνι [112Ess] Σωκράτης. εἰ δὲ τοῦτο, πολλὴν ὑπεροχὴν ἔχει κατὰ τῶν λοιπῶν στοιχείων, ὡς μιμουμένη τὸν οὐρανὸν καὶ πάντα ἔχουσα χθονίως ἐν ἑαυτῇ. προσθῶμεν δὲ τούτοις καὶ ὅτι τὰ δύο ταῦτα στοι-