Ancient Greek
3.16.35
Proclus Phil., In Platonis Timaeum Commentaria 3.16.35
Unproofread scanNot analysed yet
των>? 24 possis ἀγαπῶμεν <ἄν> σεως δὲ καὶ ζωῆς οὐ μόνον αὐτὴ βρύνουσα, μεταδιδοῦσα δὲ καὶ τῷ παντὶ τοῦ σώματος ὄγκῳ) καὶ δι’ αὐτὸ τοῦτο ἡ μόνον ἡ μάλιστα τῶν νοητῶν θεῶν ἀγάλματος ἀποτελεσμένον τοῦ δημιουργήματος ἐπὶ πλέον ἀγασθέντα καὶ εὐφρανθέντα τὸν δημιουργὸν εἰς ὁμοίωσιν μείζονα καὶ τελεωτέραν αὐτὸ τῶν νοητῶν ἀγαγεῖν διὰ τοῦ καὶ οἷον αἰδίον ποιεῖν· κυρίως μὲν γὰρ καὶ πρῶτως αἰδίον τὸ νοητόν, δευτέρως δὲ τὴ τοῦ χρόνου προόδῳ καὶ ἀνελίζει συμπαρατεινόμενον· διττὸν γὰρ καὶ τὸ ἀεἰ, τὸ μὲν αἰώνιον, τὸ δὲ χρονικόν. διὰ τί οὖν σχεδὸν ἐπὶ πᾶσι τούτου μεταδίδωσι τῷ ὅλῳ κόσμῳ τοῖς ἔμπροσθεν ὀρθοῦν τοῦ δημιουργοῦ τοῦτο τὸ δῶρον εἰσαγαγών; διότι δὴ μέγιστόν ἐστι καὶ τελεώτατον καὶ εἰς ἄκραν ὁμοιότητα περιιστᾷ τὴν εἰκόνα τῷ παραδείγματι. τῷ δ’ ἅπαξ ἐν τοῖς λόγοις γένεσιν διατιθέντι τῶν ὅλων ἀπὸ τῶν ἄτελεστέρων ἐπὶ τὰ τελεώτερα μεταβαίνειν ἀναγκαῖόν ἐστι· καὶ γὰρ πῶς κατ’ αὐτὸ τοῦτο καὶ ὥσπερ ἀλλήλοις ἀντίκειται τά τε καθ’ αὐτὰ ὄντα καὶ τὰ ἑτέροις ἐγγιγνόμενα, ὅτιπερ ἐν μὲν τοῖς ἰδρυμένοις ἐν ἑαυτοῖς καὶ μηδαμὴ μηδαμῶς ἑτέρων γιγνομένοις ἀνάγκη τὰ σμυνότερα λέγειν ἡγεῖσθαι, καθ’ ἃ καὶ δι’ ἃ καὶ ὑφ’ ὧν [καὶ] τὰ ἑφεξῆς ἀναφαίνεται, ἐν δὲ τοῖς ὑφ’ ἑτέρων μετεχομένοις προλαμβάνει τὰ ἀτελέστερα, καὶ ὥσπερ ὑποκείμενα γίνεται τοῖς τελειοτέροις καὶ ὕστερον ἐπιφοιτῶν μεμελετηκόσιν. Ἡ μὲν οὖν πᾶσα τῶν προκειμένων ῥημάτων προαίρεσις τοιαύτη. ἔπειτα δὲ εἰπεῖν, διὰ τίνας αἰτίας καὶ ὁποῖον ὄντα τὸν χρόνον καὶ ἡλίκων καὶ ὅσων ἀγαθῶν αἰτιον τῇ τε ψυχῇ καὶ τῷ οὐρανῷ συνυπέστησεν ὁ τῶν ὅλων δημιουργός, καὶ μάλισθ’ ὅτι πολλοὶ τὸν χρόνον καὶ τῶν Πλάτωνι φίλων ἀμυδρόν τι εἶδος ὑπέλαβον εἶναι καὶ μόνον αὐτὸ τὸ ἀριθμητὸν τῶν κινήσεων, οὐκ ἐνθυμηθέντες, ὅτι δέκα τῶν πάντων ὄντων, ἃ δὴ τῷ κόσμῳ δίδωσιν ὁ πατήρ, ἕκαστον τῶν ἐπομένων μείζον ἐστι τῶν πρὸ αὐτοῦ πάντως. εἰ οὖν ἐψύχωσε μὲν ἤδη τὸν κόσμον καὶ εὐδαίμονα θεόν