Ancient Greek
3.160.2 to 3.161.28
Proclus Phil., In Platonis Timaeum Commentaria 3.160.2-3.161.28
Unproofread scanNot analysed yet
7 ἄνησιδώραν D :ἄνησιδῶραν Q :ἄνησίδωραν ς ; cf. Hesychi glossa :ἄνησιδῶρα· ἡ γῆ διὰ τὸ τοὺς καρποὺς ἀνιέναι (cf. p. 136, 16s) 10s cf. Hesych. :ἑσπερέθοντα· ἑσπερον, ἑσπειρον 15s ὑφεσταμένην Q 16 <τῷ> τὰ :<τὸ> τὰ s 26 ἂν del? Χορείας δὲ τούτων αὐτῶν καὶ παραβολὰς ἀλλή- λων καὶ περὶ τὰς τῶν κύκλων πρὸς ἑαυτοὺς ἀνα- κυκλήσεις καὶ προσχωρήσεις, ἐν τε ταῖς συνάψεσιν ὁποῖοι τῶν θεῶν κατ’ ἀλλήλους γινόμενοι καὶ ὅσοι κατ’ ἀντικρύ, μεθ’ οὐστινὰς τε ἐπίπροσθεν ἀλλή- λοις ἡμῖν τε κατὰ χρόνους οὐστινας ἕκαστοι κατα- καλύπτονται καὶ πάλιν ἀναφαινόμενοι φόβους καὶ σημεῖα τῶν μετὰ ταῦτα γεννησομένων τοῖς δυνα- μένοις λογίζεσθαι πέμπουσι, τὸ λέγειν ἄνευ δι- όψεως τούτων αὐ τῶν μιμημάτων, μάταιος ἂν εἴη πόνος [40CD]. Οὐκ ἔστι τὸ προκείμενον τῷ Πλάτωνι νῦν τὴν ἀπὸ τῆς ἀστρονομίας παρεισκυκλησαὶ θεωρίαν καὶ τοὺς λόγους, οὕς κακῶς ἔνιοι ποιοῦντες περὶ τῶν ὑποθέσεων καταβάλλονται καὶ τῆς ἀστρολογικῆς τηρήσεως, μηδὲ κατ’ αὐτὸ τοῦτο τῷ Πλάτωνι συνεπόμενοι, διότι δὴ παραιτεῖται νῦν ὁ φιλόσοφος (ἔτι γὰρ νῦν μέγα ἔργον ἄρεκτον [Hom. T 150]), καὶ οὐ δεῖ περὶ ταῦτα διατρίβειν· ἄλλο γὰρ ἔστιν ἀστρονομία καὶ ἄλλο φυσιολογία, ὡς καὶ Ἀριστοτέλης διέκρινεν ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως [2. 193ᵇ 26 ss]. ἄλ- λως τε καὶ πολλῆς δεῖ σχολῆς εἰς τὸ πρῶτον ἐν εἰκόσι ταῦτα ἰδεῖν, εἴθ’ οὕτως ἀποδοῦναι τοὺς λόγους· τὸ γὰρ λέγειν περὶ τούτων ἄνευ τῶν διόψεως μιμημάτων μάταιός ἐστι πόνος, ὡς φησιν [δ] αὐτός· δεῖ γὰρ καὶ ἐπὶ τοῦ ἄβακιου καὶ ἐπὶ τῆς κρικωτῆς σφαῖρας καὶ ἐπὶ τοῦ παραδείγματος καὶ ἐπὶ τοῦ ἀστρολάβου ταῦτα κατιδόντας οὕτως ἐπὶ τὴν τῶν ὅλων στέλλεσθαι θεωρίαν· δεῖ δὲ καὶ τηρήσεως, ἧν τὰ ὄργανα παρέχεται τοῖς περὶ ταῦτα διατρίβουσι. διὰ ταῦτα μὲν οὖν ὁ φιλόσοφος παραιτεῖται τὸν περὶ τούτων λόγον. αὐτὰ δὲ ταῦτα, ἃ νῦν λέγει, διχῶς ἐκληπτέον, μαθηματι-