Ancient Greek
3.162.9
Proclus Phil., In Platonis Timaeum Commentaria 3.162.9
Unproofread scanNot analysed yet
βάθος, τὰς συνανατολὰς λέγω καὶ συγκαταδύσεις. τὰ δὲ ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40CD] διαφόρως, οὐδὲν δεόμενος τῶν τοιούτων μηχανημάτων ὡς ἀναξίων τῆς θείας οὐσίας, καὶ δεῖ τὴν ποικιλίαν αὐτὴν ἐξάπτειν τῆς κινήσεως τῶν ψυχῶν, κατὰ τὴν ἐκείνων βούλησιν θάττον ἢ βραδύτερον κινουμένων τῶν σωμάτων, ἀλλ’ οὐ δι’ ἀσθένειαν, ὅπερ οἱ πολλοὶ νομίζοντες τὴν διαφορὰν ταύτην παραιοῦνται καὶ τὴν ἀνωμαλίαν, καὶ ταύτην ἐν τεταγμένοις χρόνοις γιγνομένην, τῶν ἀστέρων αὐτῶν περὶ τε τὰ ἑαυτῶν κέντρα κινουμένων καὶ διὰ τῶν οἰκείων σφαιρῶν πορευομένων ποικίλως, ἵνα μέσοι τῶν ἀπλανῶν ὄντες καὶ τῶν κατ’ εὐθείαν κινουμένων μικτὴν ἔχωσι κίνησιν, εἰς ὕψος φερόμενοι καὶ βάθος, καὶ προποδίζοντες αὐτοὶ καὶ ὑποποδίζοντες, καὶ πάντα ἐν χρόνοις τεταγμένως· τὰ γὰρ ἄστρα εἶπεν ἐμπροσθεν [39 D] δι’ οὐρανοῦ πορευόμενα τροπὰς ἔχειν (εἰ δὲ δι’ οὐρανοῦ πορεύεται, δῆλον ὅτι διὰ τοῦ τῶν σφαιρῶν κινεῖται παντοίως βάθους· τὰ γὰρ διὰ τινος πορευόμενα οὐ μένει ἐν ταύτῳ, μεταβαίνει δὲ ἀπ’ ἄλλου μέρους ἐκείνου, δι’ οὗ πορεύεται, εἰς ἄλλο τοῦ αὐτοῦ μέρους, καὶ εἰ ταύτ’ ἐστὶ τὰ ἔχοντα τροπὰς, αἱ παντοῖαι μεταβολαὶ τούτων εἰσὶν ἐν ταῖς σφαίραις τρεπομένων κατὰ τε πλάτος καὶ βάθος), τὰς δὲ δή σφαῖρας ἐπ’ ἀνατολὰς κινεῖσθαι μόνον, ἀλλ’ οὐ περὶ τοὺς αὐτοὺς τῇ ἀπλανεῖ πόλους· ἕνα μὲν γὰρ αὐτῶν ἐποίησεν ἄξονα τὴν ἀρχὴν ἐν Πολιτείᾳ [X 616Css 617C] τὸν ἄτρακτον, καὶ πόλους τοὺς τῶν ὀκτὼ σφαιρῶν τὰ ἄγκιστρα, καὶ εἶναι καὶ τούτων ὡς τῆς ἀπλανοῦς περὶ ταῦτα μίαν εἴπε κίνησιν καὶ ἀπλῆν, προτὸν δὲ καὶ ἐκεῖ Μοῖρας ἐφεστάναι τοῖς κύκλοις εἴπε καὶ ἄλλην ἄλλως κινεῖν, ἐνταῦθα δὲ τὴν μὲν κατὰ πλευρὰν περιήγαγε, τὴν δὲ κατὰ διάμετρον, ὡς τοὺς κύκλους τῆς ψυχῆς, ἐν οἷς καὶ αὐτῶν τῶν ὅλων σφαιρῶν τὰς αἰτίας ἔθετο, διὸ κατὰ διάμετρον αὐτῶν ἐκίνησε λοξῶς, καὶ τῶν πλανομένων ἀστέρων, διὸ καὶ τούτους εἶπεν ὁμοίως τινας καὶ ἄλλους ὁμοίως κινεῖσθαι, καθάπερ ἐκεῖνα. τὴν οὖν διαφορὰν εἶναι κατὰ ταῦτα καὶ κατὰ τὸ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ τῶν πλανω-