Ancient Greek
3.165.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.165.3
Unproofread scanNot analysed yet
Μετὰ δὴ τὸ μαθηματικὸν κατιδῶμεν φιλοσόφως ἕκαστα τῶν εἰρημένων. οὐκοῦν χορεῖται μὲν εἰσι τῶν ψυχῶν αἱ 25 περὶ τὸ νοητὸν βακχεῖαι καὶ αἱ περίοδοι καὶ ἀποκαταστάσεις αἱ νοεραί· συνεπόμεναι γὰρ τῷ θειοτέρῳ τῶν ἡγεμόνων καὶ αὗται χορεύουσιν, ὡς φησιν ὁ ἐν Φαίδρῳ [250B 252D] Σωκράτης. παραβολαὶ δὲ αἱ γνώσεις αἱ ἀλλήλων· φανὰ γὰρ πάντα ἐκεῖ, καὶ ὁρῶσιν ἀλλήλας, καὶ οὐκ 30 ἄγνοεῖ ἡ ἑτέρα τὰ τῆς ἄλλης. ἐτι δὲ τὰ ἑαυτῶν εἴδη τοῖς νοητοῖς ἐφαρμόζουσιν ὡς ἴχνη καὶ τύπους τοῖς ἑαυτῶν παραδείγμασιν. αἱ δὲ τῶν κύκλων ἀνακυκλήσεις καὶ