Ancient Greek
3.169.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.169.1-2
Unproofread scanNot analysed yet
ἐνέργειαν· ὃ δὴ καὶ περὶ τὴν ὄψιν γίνεται τὴν ἡμετέραν· πολλὰ γὰρ τῶν ἐν γῇ κειμένων οὐχ ὁρῶντες ὅμως αὐτὴν ὁρᾶν δοκοῦμεν τὴν ἀπλανῆ καὶ αὐτοὺς τοὺς ἀστέρας, διότι καταλάμπουσιν ἡμῶν τὴν ὄψιν τῷ ἑαυτῶν φωτί. μᾶλλον οὖν καὶ τὸ ὄμμα τῆς ψυχῆς λήθην ἴσχει καὶ ἀορασίαν τῶν προσεχεστεέρων ἢ τῶν ἀνωτέρω καὶ θειοτέρων ἀρχῶν. οὕτω τὴν μὲν πρωτίστην ἀρχὴν πᾶσαι θρησκείαι καὶ αἱρέσεις συγχωροῦσιν εἶναι, καὶ θεὸν πάντες ἄνθρωποι καλοῦσι βο-ηθόν, θεοὺς δὲ εἶναι μετ’ αὐτὴν καὶ πρόνοιαν ἀπ’ αὐτῶν ἐν τῷ παντὶ οὐ πᾶσαι πιστεύουσιν· ἐναργέστερον γὰρ αὐταῖς καταφαίνεται τὸ ἕν τοῦ πλήθους. ἄλλαι δὲ θεοὺς μὲν εἶναι νομίζουσι, μετὰ δὲ θεοὺς δαιμόνιον γένος ὑποτιθέμεναι τὴν ἡρωικὴν ἀγνοοῦσι τάξιν· καὶ ὅλως τοῦτο καὶ μέγιστόν ἐστι τῆς ἐπιστῆμης ἔργον, τὸ τὰς μεσότητας καὶ τὰς προόδους τῶν ὄντων λεπτουργεῖν. εἰ δὴ ταῦτα ὀρθῶς φαμεν, εἰκὸς περὶ μὲν τῶν οὐρανίων θεῶν διαλεγόμενος οὐδὲν ἐνεδείκνυτο τῆς τοῦ λόγου πέρὶ χαλεπότητος, ὑπὲρ δὲ τῶν ὑπὸ σελήνην μέλλων λέγειν μεῖζον ἢ καθ’ ἑαυτὸν εἶναι τὸ ἔργον φησί· χαλεπώτερος γὰρ ὁ περὶ τούτων λόγος, διότι μηδὲ ἐστὶν ἀπὸ τῶν ἐμφανῶν συλλογίσασθαι περὶ αὐτῶν, ἀλλ’ ἐνθέου μόνης δεῖ καὶ νοερᾶς ἐπιβολῆς. ταῦτα μὲν εἰρήσθω πρὸς τὴν ἀπορίαν ταύτην. πάλιν δὲ ἀπορήσειεν ἂν τις, διὰ ποίαν αἰτίαν ‘δαίμονας’ αὐτοὺς προσηγόρευσεν· ἐκ τούτων γὰρ τινες ὁρμηθέντες ἐν οὐρανῷ μὲν ἔθεντο θεούς, δαίμονας δὲ τῶν ὑπὸ σελήνην προστατεῖν. ὅτι μὲν οὖν καὶ τούτους οἴεται εἶναι θεούς, ῥάδιον ἐκ τῶν ἐπαγομένων λαβεῖν· λέγει γὰρ [40 E]· οὕτως οὖν κατ’ ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἔχετω τε καὶ λεγέσθω· καὶ γὰρ ὅλως [τε] περὶ τῶν ἰδίως ὀνοαζομένων δαιμόνων ἰδίᾳ φαίνεται μὴ λέγων, ὡς ἂν οὐκ ἔχων αὐτῶν ἀρχὰς φυσικὰς ἀπὸ τῆς αἰσθήσεως, ἀφ’ ἧς ὁρμῆσθαι δεῖ τοὺς φυσικοὺς λόγους, δις δὲ μέμνηται τοῦ τῶν δαιμόνων ὀνόματος, ὅπου