Ancient Greek
3.170.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.170.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40D] μὲν τὴν λογικὴν ἡμῶν ψυχὴν τοῦ ζῴου δαίμονα λέγων [90A], ὅπου δὲ τοὺς γενεσιουργοὺς θεοὺς δαίμονας ἀποκαλῶν ὥσπερ ἐν τούτοις. τί δήποτε οὖν, φαίης ἂν (τοῦτο γὰρ πρῶτον διαλυτέον) τῶν κατ’ οὐσίαν ὄντων δαιμόνων οὐ πεποίηται μνήμην; ἢ διότι καὶ τοῦτο εἶχεν ὑπὸ τοῦ Σωκράτους τῇ προτεραίᾳ [X 617E 615E] τοῖς αὐτοῖς ἀκροαταῖς ἐμπεφανισμένον, ἐν οἷς ἔλεγεν ἐκεῖνος περὶ τῶν τοῖς βίοις τῶν ψυχῶν ἐφεστῶτων καὶ τῶν ἐν Ἀἰδου κολαζόντων τοὺς ἀμαρτόντας. ὡς οὖν δήλων ὄντων ἤδη τούτων παρήκε τὴν μνήμην, ἐκ δὲ ὧν εἶπε κἀκεῖνος εἰς ὑπόνοιαν ἤγαγε τῶν ὑπ’ αὐτοῦ δαιμόνων διμηνένων. οὕτω δὲ καὶ τὰς τῶν ὄκτῳ σφαιρῶν αὐτῶν ψυχώσεις ἰδίας καὶ τὴν τοῦ ἀπλανοῦς κύκλου παντὸς ὡς ἑνὸς καὶ τῶν ὑπ’ αὐτοῦ περιεχομένων ἀστρῶν καὶ τοῦ πλανωμένου παντὸς ὡς ἑνὸς καὶ τῶν πλανωμένων ἀφήκεν ὡς ὑπὸ τοῦ Σωκράτους προπαραδοθεῖσαν. ἀλλὰ τοῦτο μὲν ἔχει τὸν εἰκότα λόγον. ἐπανελθόντες δὲ εἰς τὴν προορρηθεῖσαν ζήτησιν λέγωμεν περὶ τῶν γενεσιουργῶν θεῶν τούτων, ὑπὲρ ὧν ὁ λόγος, τί δήποτε δαίμονας ἐν τούτοις ἄρα τοῖς ὀνόμασι προσωνόμασεν. ὁ μὲν οὖν Θεόδωρος ἄλλον τρόπον ταῦτα μεταχειριζόμενος δαίμονας μὲν ὡς ἐν σχέσει, θεοὺς δὲ αὐτοὺς ὡς ἀσχέτους καλεῖσθαι φησιν, ὡς ἐν τοῖς ὑπὸ σελήνην τάττων αὐτοὺς μέρεσι τοῦ παντὸς κόσμου ἄλλους ἄλλως ψυχώσαντας τὸ πᾶν. ὁ δὲ ἡμέτερος καθηγεμὼν πρῶτον ἤξίου δαίμονας αὐτοὺς ἀκούειν ὡς πρὸς θεοὺς τοὺς οὐρανίους· ἐκείνων γὰρ ἐξήρτηνται καὶ μετ’ ἐκείνων προνοοῦσι τῶν οἰκείων κλήρων. καὶ ἐστιν ἡ διάταξις αὕτη Πλατωνική· καὶ γὰρ ἐν Συμποσίῳ [202E 203BC] δαίμονα τὸν Ἔρωτα προσείρηκεν ὡς ὀπαδὸν τῆς Ἀφροδίτης καὶ ὡς ἀπὸ τοῦ Πόρου θεοῦ ὡς ἀληθῶς ὄντος προεληλυθότα, καίτοι γε ἐν Φαῖδρῳ [242D] θεὸν αὐτὸν εἶναι τιθέμενος ὡς πρὸς τὴν ἀναγομένην ὑπ’ αὐτοῦ ζωὴν. ἔπειτα κατ’ ἄλλην ἐπιβολὴν εἶναι μὲν καὶ ἐν τοῖς οὐρανίοις δαίμονας καὶ ἐν τοῖς ὑπὸ