Ancient Greek
3.172.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.172.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40D] γενῶν, οἱ δὲ καὶ τῶν καθ’ ἕκαστα ἔφοροι· κάτεισι γὰρ ἡ φρουρὰ τῶν δαιμόνων εἰς τὸν ἔσχατον μερισμόν. τοῦτο μὲν οὖν ἔν πρόβλημα περὶ ὧν μέλλει λέγειν ἐξηρτήθω. δεύ-τερον δὲ ἕτερον μετὰ τὸ περὶ τῆς ὑπάρξεως σχῆμα τὸ περὶ τῆς τάξεως αὐτῶν· ἔστωσαν γὰρ θεοὶ καὶ καλεῖσθωσαν δαί-μονες διὰ τῆς εἰρημένης ἡμῖν αἰτίας. ποῦ δὴ αὐτοὺς τάξο-μεν; ἆρα ὡς προεἴπομεν ὑπὸ σελήνην ἢ πρὸ τῶν θεῶν; τοῦτο γὰρ ἂν δόξειε διὰ δύο ταῦτα· ἔν μέν, ὅτι ἐνδείκνυται ὡς ἐπὶ μείζονα τάξιν ἄνιῶν εἰπὼν μείζον ἢ καθ’ ἡμᾶς εἶναι τὸ περὶ αὐτῶν εἰπεῖν, ἤδη περὶ τῶν οὐρανίων διαλεχθείς· ἕτερον δέ, ὅτι τοῖς τὰς θεογονίας παραδοῦσιν ἐπόμενος δια-θήσειν τὸν λόγον φησίν. ἐκεῖνοι δὲ πρὸ τοῦ κόσμου καὶ τοῦ δημιουργοῦ ταύτας τὰς γενέσεις παρέδοσαν, τῶν ἐξ οὐρανοῦ προελθόντων λέγω καὶ γῆς. ἡμεῖς δὲ ὅτι μὲν μετὰE τοὺς οὐρανοὺς αὐτοὺς παράγει καὶ διὰ τοῦτο ἐξ οὐρανοῦ καὶ γῆς, περὶ ὧν προεἶπεν ἤδη (καὶ γὰρ τὴν γῆν διὰ τοῦτο πρεσβυτάτην τῶν ἐντὸς οὐρανοῦ θεῶν εἶπεν [40C], ἀπὸ τε ταύτης καὶ τοῦ οὐρανοῦ μέλλων τοὺς ἄλλους παρά-γειν τοὺς ἐντὸς οὐρανοῦ) τοῦτο δ’ οὖν δεῖξομεν ἀπὸ τοῦ δημι-ουργοῦ πρὸς τε τούτους καὶ τοὺς ἄλλους πάντας ὡς ὑπ’ αὐτοῦ παραχθέντας εἰς τὸ παντὸς ποιεῖσθαι τοὺς λόγους. δι’ ἣν δὲ αἰτίαν ἔπεσθαι ταῖς θεογονίαις ἔρει καὶ διὰ τί παρελθεῖν προεῖπε τὸ περὶ τούτων λέγειν, ἀνοίσομεν εἰς τὸ μηδὲν ἔχειν ἀπὸ τῶν φαινομένων ἐναργὲς τῆς τούτων ὑπο-στάσεως γνώρισμα, καθάπερ ἐπὶ τῶν οὐρανίων τὴν τῶν περιόδων τάξιν, πρέπουσαν θεῶν ἐπιστάσεσις. μείζον οὖν φυσιολογίας ἔστι διαλέγεσθαι περὶ ὧν οὐ δίδωσιν ἡμῖν τὰ φυσικὰ πράγματα πίστιν ἀφαρνύται, καὶ διὰ τοῦτο φησιν ὡς φυσιολόγος ὑπὲρ αὐτὸν εἶναι τὸν περὶ τούτων λόγον. εἰ δὲ ἔπεσθαι μὲν φησι τοῖς ἐνθεάζουσιν, ἐκείνων δὲ περὶ θεῶν ὑπερουρανίων λεγόντων αὐτὸς τὴν ὁμοίαν θεογονίαν διατιθῆσι περὶ τῶν ὑπ’ οὐρανὸν λέγων, οὐ θαυμαστόν· οἶδε