Ancient Greek
3.175.1 to 3.175.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.175.1-2
Unproofread scanNot analysed yet
θητὰ δημιουργούντων δαίμονος τάξιν λαχεῖν πρὸς τὸ θνητὸν ζῶον; ἀνάγκη ἄρα πρὸ ταύτης εἶναι τῆς σχετικῆς δαιμονίας ζωῆς τὴν οὐσιώδη καὶ τοὺς ταύτῃ τὴν σχέσιν δεδωκότας κἀκεῖνη δεδωκέναι τὴν οὐσίαν. ἀλλ’ αὐτὸς τοὺς ἄρχοντας τοῦ παντὸς ὑποστήσας ἔχειν οἴεται μετὰ τούτων καὶ ἀπὸ τούτων τοὺς ἀιδίους αὐτῶν ὀπαδοὺς ***τὴν ὑπόστασιν λαβόντας. Πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ που τοὺς γε αὐτῶν προγόνους εἰδόσιν· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ τε εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν [40DE].