Ancient Greek
3.175.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.175.4
Unproofread scanNot analysed yet
Ὁ ἀπλῶς ἐπιστήμων καὶ ἐν τοῖς δοκοῦσι δυσγνώστοις καὶ ἀτόποις δεῖ τὰς τῆς εὐπορίας ὁδοὺς ἐπὶ τὴν θείαν γνῶσιν ἀνατρέχων καὶ τὴν ἐνθεον νόησιν, δι’ ἧς πάντα φανὰ καὶ γνώριμα γίνεται· πάντα γάρ ἐστιν ἐν θεοῖς. τὸ δὲ πάντα προειληφὸς δύναται καὶ τὰ ἄλλα τῆς ἑαυτοῦ γνώσεως πληροῦν. τοῦτο δὴ καὶ ἐνταῦθα πεποιήκεν ὁ Τίμαιος, ἐπὶ τοὺς θεολόγους ἡμᾶς ἀναπέμπων καὶ τὴν παρ’ ἐκεῖνων ὑμνημένην γένεσιν τῶν θεῶν. τίνες οὖν εἰσὶν οὗτοι Ε καὶ τίς αὐτῶν ἡ γνῶσις; αὐτοὶ μὲν οὖν εἰσὶν ἐγγονοὶ θεῶν καὶ σαφῶς τοὺς ἑαυτῶν προγόνους εἰδότες, ἐγγονοὶ μὲν καὶ παῖδες ὄντες θεῶν ὡς τὸ εἶδος σῴζοντες τοῦ ἑαυτῶν προστάτου κατὰ τὴν παροῦσαν ζωήν· αἱ γὰρ Ἀπολλωνιακαὶ ψυχαὶ μαντικὸν ἢ τελεστικὸν ἐλόμεναι βίον παῖδες καὶ ἐγγονοὶ καλοῦνται τοῦ Ἀπόλλωνος, παῖδες μὲν καθό ψυχαὶ προσήκουσιν τῷδε τῷ θεῷ καὶ ὠκειωμένα πρὸς τήνδε τὴν σειράν, ἐγγονοὶ δὲ ὅτι καὶ τὸν παρόντα βίον τοιούτον ἐπιδείκνυνται. πᾶσαι μὲν οὖν ψυχαὶ θεῶν παῖδες, ἀλλ’ οὐ πᾶσαι τὸν ἑαυτῶν ἐπέγνωσαν θεόν· αἱ δὲ ἐπιγνοῦσαι καὶ τὴν ὁμοίαν ἐλόμεναι ζωὴν καλοῦνται παῖδες θεῶν.