Ancient Greek
3.176.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.176.1
Unproofread scanNot analysed yet
160 ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Δ [Tim. 40DE] διὸ καὶ τὸ ὡς ἔφασαν προσέθηκεν· αὗται γὰρ ἑαυτὰς ἐκφαίνουσιν ἀφ’ ἧς ἤκουσι τάξεως, ὥσπερ καὶ ἡ Σιβυλλὰ παρ’ αὐτὴν τὴν ἀποκῦσιν χρησμοδήσασα καὶ ὁ Ἥρακλῆς κατὰ τὴν γένεσιν μετὰ συμβόλων δημιουργικῶν ἐκφανεῖς. αἱ δὲ τοιαῦται ψυχαὶ καὶ ἐπιστρέφουσιν ἐπὶ τοὺς ἑαυτῶν προγόνους καὶ πληροῦνται παρ’ ἐκείνων ἐνθέου νοήσεως, ἢ δὲ γνώσις αὐτῶν ἐστὶν ἐνθουσιαστική, διὰ τοῦ θείου φωτὸς τῷ θεῷ συναπτομένη, πάσης ἄλλης ἐξηρημένη γνώσεως τῆς τε δι’ εἰκόνων καὶ τῆς ἀποδεικτικῆς· ἡ μὲν γὰρ περὶ τὴν φύσιν διατρίβει καὶ τὰ καθ’ ὅλον τὰ ἐν τοῖς καθ’ ἕκαστα, ἡ δὲ περὶ τὴν ἀσώματον οὐσίαν καὶ τὰ ἐπιστητά· μόνη δὲ ἡ ἐνθεὸς γνώσις αὐτοῖς συνάπτεται τοῖς θεοῖς. Ἄλλ’ ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἐπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ’ ἐκεῖνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἔχετω τε καὶ λεγέσθω [40E].