Ancient Greek
3.178.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.178.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ ΠΛΑΤΩΝΟΣ ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ Ὁ περὶ τῶν ὑπὸ σελήνην θεῶν λόγος συνεχὴς ἔστι τῇ θεωρίᾳ τῶν οὐρανίων θεῶν καὶ τῷ ἐκείνης ἐξηρτησθαι τὸ τέλειον ἔχει καὶ τὸ ἐπιστημονικόν, ἐπειδὴ καὶ αὐτὸς ὁ γενεσιουργὸς τῶν θεῶν χορὸς συνέπεται τοῖς ἐν οὐρανῷ θεοῖς καὶ κατὰ μίμησιν τοῦ οὐρανίου κύκλου συνελύσει καὶ τὰ ἐν τῇ γενέσει κύκλῳ· κατὰ γὰρ τὴν ἀδιάρετον καὶ ἡνωμένην προόδον ἕπεται τὰ δεύτερα τοῖς πρὸ αὐτῶν. διότι δὴ οὖν συνεχῶς ὑπέστησαν οἱ τὴν γένεσιν διακυβερνῶντες ἀπὸ τῶν οὐρανίων, διὰ δὴ τοῦτο καὶ ἐπιστρέφονται πρὸς αὐτοὺς κατὰ μίαν καὶ ἀδιάσπαστον ἕνωσιν, ὥσπερ δὴ καὶ ἐκεῖνοι πρὸς τοὺς ὑπερουρανίους, ἀφ’ ὧν προσεχῶς ἀπε-γεννήθησαν, οἱ δὲ πρὸς τοὺς νοερούς, ἀφ’ ὧν διεκοσμή-θησαν, οἱ δὲ αὖ νοεροὶ πρὸς τοὺς νοητούς, ἀφ’ ὧν ἐξε-φάνησαν ἀρρήτως καὶ ἀφθέγκτως τὰ πάντα καὶ κρυφίως περιεχόντων. αὕτης γοῦν πάσης τῆς χρυσῆς ὄντως σειρᾶς ἀκρότης μὲν ἔστι τὸ τῶν νοητῶν θεῶν γένος, πέρας δὲ τὸ τῶν ὑπὸ σελήνην τῶν τὴν γένεσιν ἀγενήτως καὶ τὴν φύσιν ὑπερφυῶς ἐπιτροπευόντων, ὅ δὴ καὶ νῦν ὁ δημιουργικὸς ὑφίστησι νοῦς, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ τῆς τῶν θεῶν ἡγεμονίας διατεινούσης ἄχρι τῶν ἐσχάτων· περὶ οὗ καὶ ἡμῖν προκεισθῶ λέγειν, καὶ πρῶτον, ὅτι πάντες μὲν οἱ νῦν ὑφιστά-μενοι θεοὶ τὸ γεννητικὸν καὶ τὸ τελεσιουργὸν ἀποσώζουσι τοῦ γεννήσαντος τὸ τε δημιουργικὸν καὶ τὸ σταθερὸν τῆς