Ancient Greek
3.180.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.180.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [prooemium] Ε τὰς μονάδας αὐτοὶ τε προῆλθον καὶ τὴν γένεσιν διεκόσμησαν. καὶ οἱ μὲν τάσδε τὰς βουλήσεις ἀποπληροῦσι τοῦ πατρὸς, οἱ δὲ ἑτέρας τινάς· οἱ μὲν γὰρ τὰς συνεκτικὰς τῶν ὅλων, οἱ δὲ τὰς γονίμους, οἱ δὲ τὰς κινητικὰς, οἱ δὲ φρουρητικὰς, οἱ δὲ ἄλλας τινάς. καὶ οἱ μὲν ἐπὶ ψυχαῖς, οἱ δὲ ἐπὶ δαίμοςιν, οἱ δὲ καὶ ἐπὶ θεῶν ἡγεμονίαις ἐτάχθησαν. πάντες δὲ εἰσιν οὗτοι νοεροὶ μὲν κατὰ τὴν οὐσίαν, ἐγκόσμοι δὲ κατὰ τὴν λῆξιν, τελειουργοὶ ***δυνατοί, τὴν γένεσιν ἀγεννῶς ἐπιτροπεύοντες καὶ τὰ ἀνόητα νοερῶς καὶ τὰ ἄψυχα ζωικῶς· πάντα γὰρ κατὰ τὴν ἑαυτῶν οὐσίαν διακοσμοῦσιν, ἀλλ’ οὐ κατὰ τὴν ἀσθένειαν τῶν δεχομένων. ὁλοὶ δὲ ὁ Πλάτων, ὅτι μὲν σώμασιν αὐτοὺς χρῆσθαι βούλεται τισιν ἄλλοις, τῶν στοιχείων τούτων ἀπλουστέροις καὶ ἀδιωτέροις, λέγων [41A] φαίνεσθαι αὐτοὺς ὅταν ἐθέλῃσι καὶ γίγνεσθαι καὶ ἡμῖν ὁρατούς, ὅτι δὲ καὶ ψυχὰς αὐτοῖς δίδωσιν, ἐκ τοῦ πάντα θεὸν ἐγκόσμιον φάναι διὰ ψυχῆς συνάπτεσθαι τοῖς σώμασι (καὶ γὰρ τὸν κόσμον τότε θεὸν αὐτὸς ἐκάλεσεν [34B], ὅτε ψυχὴν αὐτῷ πρῶτον ἐπέστησεν).