Ancient Greek
3.181.4
Proclus Phil., In Platonis Timaeum Commentaria 3.181.4
Unproofread scanNot analysed yet
18 τὴν ζωὴν —20 κατὰ om D συνήρτηται τοῖς θεοῖς, τὰ μὲν <τοῖς ὑπερουρανοῖς, τὰ δὲ> τοῖς οὐρανοῖς, τὰ δὲ τοῖς ἐφόροις τῆς γενέσεως, καὶ ἔστι περὶ ἕκαστον θεὸν οἰκεῖος ἀγγέλων τε καὶ ἡρώων καὶ δαιμόνων ἀριθμός· ἕκαστος γὰρ ἡγεῖται πλήθους παραδεξαμένου τὴν ἑαυτοῦ μορφήν, καὶ διὰ τοῦτο τῶν μὲν οὐρανίων θεῶν <ἐξήρτηνται> οἱ οὐράνιοι καὶ οἱ ἄγγελοι καὶ οἱ δαίμονες, τῶν δὲ γενεσιουργῶν γενεσιουργοί, καὶ τῶν μὲν ἀναγωγῶν ἀναγωγοί, τῶν δὲ δημιουργικῶν δημιουργικοί, τῶν δὲ ζωογόνων ζωογονικοί, τῶν δὲ ἀτρέπτων ἀτρεπτοι, καὶ πάλιν ἐν τοῖς ἀναγωγοῖς τῶν μὲν Κρονίων Κρόνιοι, τῶν δὲ Ἡλιακῶν Ἡλιακοί, καὶ ἐν τοῖς ζωογονικοῖς τῶν μὲν Σεληνιακῶν Σεληνιακοί, τῶν δὲ Ἀφροδισιακῶν Ἀφροδισιακοί· φέρονται γὰρ ἀπὸ τῶν θεῶν, ὧν ἐξήρτηνται, τὰς ἐπωνυμίας, ὡς συνεχεῖς ὄντες πρὸς αὐτοὺς καὶ τὴν μίαν ἰδέαν μετὰ ὑφέσεως ὑποδεξάμενοι. καὶ τί θαυμαστόν, ὅπου γε καὶ ψυχαὶ μερικαὶ τοὺς ἑαυτῶν προστάτας καὶ ἡγεμόνας ἐπιγνοῦσαι θεοὺς τοῖς ἐκείνων ὀνόμασιν ἑαυτὰς προσεῖπον; ἦ πόθεν ἡμῖν Ἀσκληπιοὶ καὶ Διόνυσοι καὶ Διόσκουροι προσηγoreύθησαν; ὥσπερ οὖν ἐπὶ τῶν οὐρανίων θεῶν, οὕτω χρὴ καὶ ἐπὶ τῶν γενεσιουργῶν θεωρεῖν περὶ ἕκαστον αὐτῶν πλῆθος ὁμόστοιχον ἀγγελικόν, δαιμόνιον, ἡρωικόν, καὶ ἀπὸ τῆς μονάδος τὴν ἐπωνυμίαν φέρειν τὸν ἐξηρημένον αὐτῆς ἀριθμόν, ὥστε καὶ οὐράνιον [εἶναι] θεὸν εἶναι καὶ ἄγγελον καὶ δαίμονα καὶ ἥρωα, καὶ ἐπὶ γῆς ὁμοίως, καὶ τὸν Ὀκεανὸν κατὰ πάσας τὰς τάξεις προῖέναι καὶ τὴν Τηθὺν παραπλησίως, καὶ ἐπὶ τῶν ἄλλων κατὰ ταῦτά θεῶν· ἔστι γὰρ καὶ Διὸν πλῆθος καὶ Ἡραῖον καὶ Κρόνιον, ὃ διὰ τοῦ αὐτοῦ προσαγορεύεται τοῖς θεοῖς ὀνόματος· καὶ οὐδὲν ἄτοπον· ἄνθρωπον γὰρ καὶ τὸν νοητὸν καὶ τὸν αἰσθητὸν λέγομεν, καίτοι γε τῆς ἀποστάσεως ἐν τούτοις πλείονος οὔσης.