Ancient Greek
3.182.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.182.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [prooemium] συνήρηται τοῖς θεοῖς, τὰ μὲν <τοῖς ὑπερουρανίοις, τὰ δὲ> τοῖς οὐρανίοις, τὰ δὲ τοῖς ἐφόροις τῆς γενέσεως, καὶ ἔστι περὶ ἕκαστον θεὸν οἰκεῖος ἀγγέλων τε καὶ ἡρώων καὶ δαιμόνων ἀριθμός· ἕκαστος γὰρ ἡγεῖται πλήθους παραδεξαμένου τὴν ἑαυτοῦ μορφήν, καὶ διὰ τοῦτο τῶν μὲν οὐρανίων θεῶν οἱ οὐράνιοι καὶ οἱ ἄγγελοι καὶ οἱ δαίμονες, τῶν δὲ γενεσιουργῶν γενεσιουργοί, καὶ τῶν μὲν ἀναγωγῶν ἀναγωγοί, τῶν δὲ δημιουργικῶν δημιουργικοί, τῶν δὲ ζωογόνων ζωογονικοί, τῶν δὲ ἀτρέπτων ἀτρέπτοι, καὶ πάλιν ἐν τοῖς ἀναγωγοῖς τῶν μὲν Κρονίων Κρόνιοι, τῶν δὲ Ἡλιακῶν Ἡλιακοί, καὶ ἐν τοῖς ζωογονικοῖς τῶν μὲν Σεληνιακῶν Σεληνιακοί, τῶν δὲ Ἀφροδισιακῶν Ἀφροδισιακοί· φέρονται γὰρ ἀπὸ τῶν θεῶν, ὧν ἐξηρτηνται, τὰς ἐπωνυμίας, ὡς συνεχεῖς ὄντες πρὸς αὐτοὺς καὶ τὴν μίαν ἰδέαν μετὰ ὁρέσεως ὑποδεχάμενοι. καὶ τί θαυμαστόν, ὅπου γε καὶ ψυχαὶ μερικαὶ τοὺς ἑαυτῶν προστάτας καὶ ἡγεμόνας ἐπιγνοῦσαι θεοὺς τοῖς ἐκείνων ὀνόμασιν ἑαυτὰς προσεῖπον; ἢ πόθεν ἡμῖν Ἀσκληπιοὶ καὶ Διόνυσσοι καὶ Διόσκουροι προσηγορεύθησαν; ὥσπερ οὖν ἐπὶ τῶν οὐρανίων θεῶν, οὕτω καὶ ἐπὶ τῶν γενεσιουργῶν θεασεῖν περὶ ἕκαστον αὐτῶν πλήθος ὁμόστοιχον ἀγγελικόν, δαιμόνιον, ἡρωικόν, καὶ ἀπὸ τῆς μονάδος τὴν ἐπωνυμίαν φέρειν τὸν ἐξηρτημένον αὐτῆς ἀριθμόν, ὥστε καὶ οὐράνιον [εἶναι] θεὸν εἶναι καὶ ἄγγελον καὶ δαίμονα καὶ ἥρωα, καὶ ἐπὶ γῆς ὁμοίως, καὶ τὸν Ὠκεανὸν κατὰ πάσας τὰς τάξεις προῖναι καὶ τὴν Τηθὺν παραπλησίως, καὶ ἐπὶ τῶν ἄλλων κατὰ ταῦτα θεῶν· ἔστι γὰρ καὶ Δίον πλήθος καὶ Ἥραιον καὶ Κρόνιον, ὃ διὰ τοῦ αὐτοῦ προσαγορεύεται τοῖς θεοῖς ὀνόματος· καὶ οὐδὲν ἄτοπον· ἄνθρωπον γὰρ καὶ τὸν νοητὸν καὶ τὸν αἰσθητὸν λέγομεν, καὶ τοῦ γε τῆς ἀποστάσεως ἐν τούτοις πλείονος οὔσης.