Ancient Greek
3.185.1
Proclus Phil., In Platonis Timaeum Commentaria 3.185.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Ε [prooemium] τῇ δημιουργικῇ τάξει καὶ ἐν τοῖς ὑπερκοσμίους καὶ τοῖς ἐγκοσμίους, καὶ Νὺς καὶ Οὐρανὸς ὁμοίως· αἱ γὰρ ἰδιότητες αὐτῶν διὰ πάντων χωροῦσι τῶν μέσων. αὐτὸς δὲ ὁ μέγιστος Κρόνος οὐχὶ καὶ πρὸ τοῦ Διὸς τέτακται καὶ μετὰ τὴν Δίον βασιλείαν, μετὰ τῶν ἄλλων Τιτάνων τὴν Διονυσιακὴν μερίζων δημιουργίαν, καὶ ἄλλος μὲν ἐν τῷ οὐρανῷ, ἄλλος δὲ ἐν τοῖς ὑπὸ σελήνην, καὶ ἐν μὲν τῇ ἀπλανεῖ ἄλλος, ἐν δὲ ταῖς πλανωμέναις ἄλλος, καὶ Ζεὺς ὁμοίως καὶ Διόνυσος· ταῦτα μὲν οὖν καὶ διαφθόρη εἴρηται τοῖς παλαιοῖς. εἰ δὲ ταῦτα ὀρθῶς φαμεν, πανταχοῦ ἀνὰ λόγον ἐστί, καὶ ὁ βουλόμενος τὰς ἐν οὐρανῷ τῶν θεῶν προόδους ἢ τὰς ὑπὸ σελήνην θεωρῆσαι πρὸς τὰς πρώτας ἀποβλέπει καὶ ἀρχηγικὰς αἰτίας τῶν βασιλειῶν· ἐκεῖθεν γὰρ πάσας καὶ κατ’ ἐκείνας ἡ γένεσις, διὸ δὴ καὶ ἡμῖν πρὸς ἐκείνας ἀποβλεπτέον. ἔνιοι μὲν οὖν φασιν, ὅτι τοὺς μὲν ἀνὰ λόγον τοῖς δύο βασιλεῦσιν ἐν οὐρανῷ καταλέλοιπε ζητεῖν, Φάννῃ λέγω καὶ Νυκτί· δεῖ γὰρ [αὐ]τοὺς ἐν ὑπερετέρᾳ τάξει ποιεῖν καὶ ἐν τοῖς ἐγκοσμίους, διότι δὴ καὶ πρὸ τοῦ κόσμου τῶν νοερῶν ἡγοῦνται θεῶν, ἐν τῷ ἀδύτῳ διαιωνίως ἰδρυμένοι, καθά φησιν Ὀρφεύς, αὐτοῦ τοῦ Φάντος, τὴν κρύφιον αὐτῶν τάξιν καὶ ἀνέκφαντον ἐκεῖνος ἀδυτον ἀποκαλῶν. εἴτε οὖν τὴν ταύτου περιφορὰν καὶ τὴν ἑατέρου τάττειν <ἐθέλοι τις> εἰς τὴν τούτων ἀναλογίαν ὡς ἄρρεν καὶ θῆλυ καὶ πατρικὸν καὶ γεννητικόν, οὐχ ἂν ἁμαρτάνοι τῆς ἀληθείας, εἴτε ἡλίον καὶ σελήνην ὡς ἐν τοῖς πλανωμένοις ἀντιθέτους, ὁ μὲν ἥλιος τὴν ὁμοιότητα [τὴν] πρὸς τὸν Φάνντα δια[σώζει, ἢ δὲ] σελήνη τὴν πρὸς τὴν Νύκτα. [εἰ δὲ τοῦτο] ἀληθές, ὡς ἐμοὶ δοκεῖ, [τὸν ἐν]α τῶν ὅλων δημιουργῶν [ἀνὰ λό-