Ancient Greek
3.186.2
Proclus Phil., In Platonis Timaeum Commentaria 3.186.2-2
Unproofread scanNot analysed yet
D τὸν δὲ κρατῆρα τὸν ζωογόνον τῇ Νυκτὶ τὴν πᾶσαν ἐκ τῶν ἀφανῶν παραγοῦσῃ ζωὴν μετὰ τοῦ Φάντος, ὡς καὶ ὁ κρατὴρ πᾶσαν λοχεύει τοῖς ἐν τῷ κόσμῳ ψυχῇν· βέλτιον γὰρ ἄμφω πρὸ τοῦ κόσμου νοεῖν καὶ τὸν μὲν δημιουργὸν αὐτὸν ἀνὰ λόγον τῷ Φάντῃ τάττειν, ἐπειδὴ καὶ πρὸς αὐτὸν ἀφομοιοῦσθαι λέγεται κατὰ τὴν ποίησιν τῶν ὅλων, τὴν δὲ συνεξευγμένην αὐτῷ καὶ γεννητικὴν τῶν ὅλων δύναμιν τῇ Νυκτὶ ἀφανῶς τὰ πάντα ἐκ τοῦ πατρὸς προαγοῦσῃ, μετὰ δὲ τούτους τὰς λοιπὰς παραδιδόναι βασιλείας διακεκοσμημένας ἀνὰ λόγον ταῖς νοεραῖς. καὶ εἰ καὶ αὐτὸ τοῦτο ζητοίημεν, διὰ τί μὴ καὶ τὰς δύο διαφορὴν βασιλείας ἔλαβεν ἀνὰ λόγον, προσεχέστερόν ἐστι λέγειν, ὅτι καὶ ἐκείνους μὲν ἡ Ὀρφέως εἶχε παράδοσις ***δι’ οὖ τὴν Οὐρανοῦ πρότην καὶ Γῆς ἐξυμνεῖ βασιλείαν, συννηδεστέρα τοῖς Ἕλλησιν οὖσα, καθάπερ καὶ αὐτὸς ἐν τῷ Κρατύλῳ [396 C] λέγει, τῆς Ἡσιόδου μεμνημένος διαφερόντως Θεογονίας καὶ μέχρι ταύτης ἀνατρέχων κατὰ τὸν Ἡσιόδον. ἀπὸ ταύτης οὖν ὡς γνωριμωτέρας ὁρμηθεὶς καὶ τὸν Οὐρανὸν καὶ τὴν Γῆν ὡς πρώτους βασιλέας ὑπὲρ τὸν κόσμον λαβὼν †εἶδε καὶ ἐν τῷ κόσμῳ τοὺς ἀνὰ λόγον ἐκείνοις τόνδε τὸν οὐρανὸν παρ-