Ancient Greek
3.187.3
Proclus Phil., In Platonis Timaeum Commentaria 3.187.3
Unproofread scanNot analysed yet
Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανὸς καὶ Τηθύς F ἐγενέσθην [40E]. Ὡσπερ ὁ σύμπας οὕτοσί κόσμος πολὺς καὶ ποικίλος ὤν, ἅτε δὴ τὴν νοερὰν τάξιν τῶν εἰδῶν ἀπεικονισάμενος, ἔχει δύο ταύτας ἀκρότητας ἐν ἑαυτῷ, γῆν καὶ οὐρανόν, τὸν μὲν ἐν πατρὸς ὄντα μοῖρα, τὴν δὲ ἐν μητρός (διὰ γὰρ τοῦτο καὶ πρεσβυτάτην εἶπεν [40C] εἶναι τὴν γῆν τῶν ἐντὸς οὐρανοῦ θεῶν, ἵνα ἐπομένως λέγῃ μητέρα τὴν γῆν ὧν ἐστὶν ὁ οὐρανὸς πατήρ, ἅμα κἀκεῖνο δηλῶν, ὅτι τὰ μερικά αἴτια οὐ μόνον ἐστὶ καταδεέστερα τῶν γεννημάτων, ὡς ἡ Πενία τοῦ Ἑρωτος, ἀλλὰ καὶ κρείττονα γεννῶντα, ὡς ὑπο- 292 δεχόμενα μόνον τὰ γεννώμενα προϊόντα ἀπὸ τῶν πατέρων· δύο δ’ οὖν αὐταὶ καὶ ἐν τῷ κόσμῳ νοελοθῶσαν ἀκρότητες, ὁ οὐρανὸς ὡς πατὴρ καὶ ἡ γῆ μήτηρ οὖσα τῶν κοινῶν